1
Ἐγὼ οὐχ οὕτως ἐκπέπληγμαι ἐφ’ οἷς ποιεῖτε, ὦ ἄνδρες, τοιούτοις οὖσιν, ἀλλ’ ἐπεὶ οὐδεμίαν αἰτίαν ὁρῶ τῆς ὑμετέρας ὀργῆς πρὸς ἐμέ, τοῦτό ἐστι τὸ εἰς ἀπορίαν ἄγον. ὀργὴν μὲν γὰρ δικαίαν ἔστι παραιτήσασθαι ἀνθρώπων, μῖσος δὲ ἄδικον τίς ἂν θεραπεύσαι; ἀξιῶ δὲ ὑμᾶς ἀκοῦσαί μου λέγοντος οὐκ ἐμοῦ ἕνεκα μᾶλλον ἢ ὑμῶν αὐτῶν. εἰ μὲν γὰρ οὐδὲν ἀδικῶ, οὐδὲ ὑμεῖς βούλεσθε δήπου ἀναιτίως μισεῖν τινα τῶν ὑμετέρων πολιτῶν· εἰ δὲ ἀδικῶ, κατ̓ ἐμοῦ ὁ λόγος ἔσται, οὐχ ὑπὲρ ἐμοῦ· καὶ οὕτως γε μείζω ὑμῖν ὑφέξω τιμωρίαν ἢ αὐτοὶ ζητεῖτε. τὸ γὰρ ἐξελεγχθῆναι πονηρὸν ὄντα τῷ παντὶ δεινότερον τοῦ λευσθῆναι ἢ καταφλεγῆναι.
2
καὶ πρῶτον μὲν μάθετε ὅτι ἃ δοκεῖ ὑμῖν φοβερά, οἱ λίθοι καὶ τὸ πῦρ, οὐδενὶ φοβερά ἐστιν, οὐδ’ ἐστέ γε τούτοις ἰσχυροί, ἀλλὰ πάντων ἀσθενέστατοι, ἐκτὸς εἰ μή τις ἀριθμεῖ τὴν τῶν λῃστῶν καὶ τῶν μαινομένων δύναμιν. πόλεως δὲ καὶ δήμου ἰσχὺς ἐν ἑτέροις ἐστί, καὶ πρῶτόν γε ἐν τῷ φρονεῖν καὶ τὰ δίκαια ποιεῖν. περὶ μὲν γὰρ τοῦ πατρὸς οὐδὲν ἐμὲ δεῖ λέγειν, εἰ ἀγαθὸς ἦν. ἀεὶ γὰρ εὐφημεῖτε αὐτὸν καὶ κοινῇ καὶ καθ’ ἕκαστον, ὅπου ἄν μνησθῆτε, ὡς οὐ φαῦλον πολίτην.
3
δεῖ μέντοι εἰδέναι ὑμᾶς ὅτι οὐδὲν ὄφελος ἐκείνῳ ἐστὶ τούτων τῶν ἐπαίνων· ἀλλ’ ὅταν ἡμᾶς τοὺς ἐξ αὐτοῦ ἀποδέχησθε, τότε κἀκείνου μέμνησθε. καὶ περὶ τοῦ πάππου δὲ τοῦ ἡμετέρου οὐκ ἂν εἴποι οὐδεὶς οὔτε ὡς κατῄσχυνε τὴν πόλιν οὔτε ὡς οὐδὲν ἀνάλωσεν ἐκ τῶν ἑαυτοῦ. τὴν γὰρ οὐσίαν ἣν εἶχε πατρῴαν καὶ παππῴαν ἅπασαν εἰς φιλοτιμίαν ἀναλώσας, ὥστε μηδὲν ἔχειν λοιπόν, ἑτέραν ἐκτήσατο ἀπὸ παιδείας καὶ παρὰ τῶν >αὐτοκρατόρων.