8
μάλιστα μὲν γὰρ ἠξίουν μηδὲ ἕτερον μηδένα τοιοῦτον ἔθος εἰσάγειν μηδὲ καθ’ ἑταιρείας πολιτεύεσθαι μηδ’ εἰς μέρη διασπᾶν τὴν πόλιν· εἰ δ’ οὖν, αὐτὸς ἀπέχεσθαι τῶν τοιούτων ἁμαρτημάτων, εἰ καὶ πάντων ἔλαττον ἰσχύειν ἔμελλον καὶ μηδενὸς ἀξιοῦσθαι λόγου. τί οὖν ἥμαρτον ἐν τούτοις καὶ τί παρελείφθη μοι; δίκαιός εἰμι πρὸς ὑμᾶς ὁμολογεῖν ὅτι μήτε αὐτὸς μηδὲν ἔπραττον ἄδικον καὶ παράνομον μήτε τοὺς ἄλλους ἐκώλυον, ἐξὸν ἑνὶ ῥήματι κωλῦσαι καὶ καταστάντα καὶ μηνῦσαι τὸ γιγνόμενον καίπερ εἰδόσιν ὑμῖν καὶ τοῖς ἡγεμόσιν. εἰ δὲ μήτε ὑμεῖς προσείχετε μήτε τῶν ἡγεμόνων τὸ πρᾶγμα ἥπτετο, οὐ χαλεπὸν ἦν ἐπιστεῖλαι τῷ αὐτοκράτορι.
9
τοῦτο οὖν ἦν τὸ ποιῆσαν ἐμὲ τὴν ἡσυχίαν ἄγειν, ἵνα μὴ δοκῶ κατηγορεῖν τινων μηδὲ διαβάλλειν τὴν πόλιν μηδ᾽ ὅλως λυπηρότερος ὦ τῶν ἐνθάδε μηδενί. τὸ μὲν δὴ τῆς βουλῆς οὕτω διῳκήθη τά γ’ ἄλλα ὀρθῶς ʽοὔτε γὰρ φαύλους οὔτε ἀναξίους ἄνδρας ἐχειροτονήσατἐ πλὴν ὅτι πάντες τῆς ἴσης τυχόντες τιμῆς, καίτοι δικαίως τυγχάνοντες καὶ δι’ αὑτούς, ὅμως καθάπερ οἱ μυούμενοι μυσταγωγῶν ἐδεήθησαν. ἐγὼ δὲ οὐδὲ ψῆφον ἠξίωσα διενεγκεῖν ὑπὲρ οὐδενὸς μόνος, μὴ ῥοπήν τινα δοκῇ τὸ τοιοῦτον παρέχειν καὶ μαρτυρίαν καὶ τῶν ἄλλων τινὲς ὀκνήσωσιν ἐμοὶ τἀναντία γράφειν καὶ ἀποφαίνεσθαι.