4
ταῦτα δὲ εἰ μέν ἐστι χρήσιμα καὶ μεγάλα, ἢ μὴ πολλοῖς ὑπάρξαντα ἑτέροις ἀλλ’ ἢ μιᾷ πόλει, καὶ ταύτῃ σχεδόν τι τῶν ἐλλογιμωτάτων κατὰ τὴν Ἀσίαν καὶ τηλικοῦτον ἐχούσῃ δίκαιον πρὸς τὸν αὐτοκράτορα, τοῦ θεοῦ παρ’ ἐκείνοις μαντευσαμένου καὶ προειπόντος τὴν ἡγεμονίαν αὐτῷ καὶ πρώτου πάντων ἐκείνου φανερῶς αὐτὸν ἀποδείξαντος τῶν ὅλων κύριον· οὐ λέγω τοιοῦτον οὐδέν. ὅτι δ᾽ ὑμεῖς μάλιστα τούτου ἐπεθυμεῖτε, καὶ χρόνος ἦν πολύς, ὃν ἠλπίζετε, ἐξηπάτησθε, τοῖς ὑποσχομένοις μόνον τῶν ἰδιωτῶν ʽοὐ γὰρ δὴ τῶν ἡγεμόνων οὐδεὶς οὔτε προσεδόκησε πώποτε οὔτε ὑπέσχετὀ τιμὰς ὑπερβαλλούσας ἐδίδοτε πρὸ πολλοῦ τῆς πόλεως ἀπαντῶντες πανδημεὶ ἢ περιμένοντες ἐν ἑτέραις πόλεσι· τοῦτο ἴσως ἐννοεῖν ἄξιον.
5
καίτοι σμικρῶν γενομένων καὶ οὐδενὸς ἀξίων, τὸν ἄνδρα τὸν γενναῖον καὶ μὴ φθόνου καὶ βασκανίας ἥττονα τότε ἐχρῆν λέγειν ὅτι μαίνεσθε καὶ παρανοεῖτε τοιούτων ἐξεχόμενοι σφόδρα οὕτως καὶ θεραπεύοντες ἀνθρώπους οὕτω ταπεινοὺς ἐπὶ πράγμασιν οὔτε ἀναγκαίοις οὔτε μεγάλοις, καὶ ταῦτα ἀδήλοις ἔτι καὶ μηδὲν ἔχοντες βέβαιον. ἀλλ’ οἶμαι χαλεπὸν μὲν ἦν αὐτοῖς καὶ ὁπωσοῦν γενόμενόν τι τούτων. οὐ μὴν ὁμοίως ἐλύπει τὸ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν ἡγεμόνων εἶναι τὸν ποιήσαντα καὶ παρασχόντα, μὴ τῶν ἡμετέρων τινὰ πολιτῶν. ἔτι δὲ ἐλπὶς ὑπῄει καὶ ἔθελγεν αὐτοὺς ὡς οὐδέποτε ἂν γενομένων.