6
ἠκροασάμην γὰρ δὴ καὶ τούτων καίτοι σφόδρα αἰδούμενος ὅμως διὰ τοὺς λέγοντος αὐτούς, ἀγάμενος τῶν ἀνδρῶν τό τε ἄφθονον καὶ τὴν προθυμίαν, ἔτι δὲ τὴν περὶ τὸ εἰπεῖν δύναμιν. οὐ δὴ θαυμαστόν, εἰ ἐγὼ πατρίδα τοιαύτην οὕτω σφόδρα ἠγάπηκα ὥστε οὔτ’ ἄν Ἀθήνας οὔτε Ἄργος οὔτε Λακεδαίμονα, αἵπερ εἰσὶ πρῶται καὶ ἐνδοξόταται τῶν Ἑλληνίδων, εἱλόμην ἂν εἶναί μοι πατρίδας πρὸ ταύτης· καὶ τοῦτο ἔργῳ ἐδήλωσα. πολλῶν γὰρ πολλαχῇ παρακαλούντων με καὶ μένειν καὶ προΐστασθαι τῶν κοινῶν οὐ νῦν μόνον, ἀλλὰ καὶ πρότερον, ὅτε ἤμην φυγάς ʽκαὶ ψηφίσματα ἔπεμψάν τινες πρὸς τὸν αὐτοκράτορα χάριν εἰδότες τῆς εἰς ἐμὲ τιμῆσ̓, οὐδὲ πώποτε ἄχρι λόγου τὸ τοιοῦτον ὑπεσχόμην, ἀλλ’ οἰδ’ οἰκίαν ἢ χωρίον ἐκτησάμην παρ’ ἑτέροις,
7
ὡς μηδὲν ᾖ μοι σημεῖον ἀλλαχοῦ πατρίδος. καὶ γὰρ ἄν εἴη δεινόν, εἰ οἱ ἄνθρωποι ἀδικώτεροι ἔσονται τῶν μελιττῶν. οὐδέποτε γὰρ ἐκείνων μία καταλιποῦσα τὸ αὑτῆς σμῆνος εἰς ἕτερον μετέστη τὸ μεῖζον ἢ μᾶλλον εὐθενοῦν, ἀλλὰ τὸν ἴδιον ἑσμὸν πληροῖ τε καὶ αὔξει, κἂν ψυχρότερον ᾖ τὸ χωρίον καὶ αἱ νομαὶ χείρους καὶ ἡ δρόσος ἐλάττων κἂν δυσκολώτερον τὸ ἔργον τὸ περὶ τὰ κηρία κἂν ὁ γεωργὸς ἀμελέστερος. οὕτως δὲ ἄγαν αὐτάς φασι φιλεῖν ἀλλήλας καὶ τὸ ἴδιον σμῆνος ἑκάστην, ὥστε ἐπειδὰν ἔξω ὑπὸ χειμῶνος ἀποληφθῶσι πολλοῦ γενομένου πνεύματος, λίθον εἰς τοὺς πόδας ἑκάστη λαβοῦσα ὥσπερ ἕρμα οὕτως πέτονται, ὅπως μὴ παρενεχθῶσιν ὑπὸ τοῦ πνεύματος μηδὲ τοῦ σμήνους διαμάρτωσιν.