13
τίνες μὲν γὰρ εὐπρεπέστερον κτῶνται τἀγαθὰ τῶν φίλων συμποριζόντων αὐτοῖς; τίνες δὲ ἀποφεύγουσι τὰ κατὰ ῥᾷον ἢ οἷς ἂν φίλοι συμμαχῶσι; τίνων δὲ ἧττον ἅπτεται τὰ λυπηρὰ ἢ τῶν ἐχόντων τοὺς συναλγοῦντας καὶ συμφέροντας αὐτοῖς; τίσι δὲ ἥδιον τὸ εὐτυχεῖν ἢ ὅσοι μὴ μόνον αὑτούς, ἀλλὰ καὶ ἄλλους εὐφραίνουσιν εὖ πράττοντες; ὡς ἔγωγε οὐδ’ ἂν εὐτυχεῖν ἐκεῖνον τὸν ἄνδρα φαίην ὃς οὐδένα ἔχει τὸν συνηδόμενον.
14
τίς δὲ συνεργός, τίς δὲ σύμβολος ἀμείνων τοῖς ἰδοῦσιν ἢ φίλος ἐντυχών; σχεδὸν γὰρ οὗτος σύμβολος οὐ μόνον εὐφημότατος, ἀλλὰ καὶ ὠφελιμώτατος, καὶ ὅτῳ ἂν ἐντύχῃ ἀνὴρ εὔνους. τὰ δὲ τοῦ μίσους καὶ τὰ τῆς ἔχθρας πανταχῇ λυπηρὰ καὶ δυσχερῆ. χαλεπὸν μὲν ἐν σπουδῇ, χαλεπὸν δὲ ἐν εὐφροσύνῃ παρὼν ἐχθρός, λυπηρὸν μὲν ὁρῶσι, λυπηρὸν δὲ μνημονεύουσι, πολὺ δὲ πάντων πειρωμένοις βλαβερώτατον.
(25)ΔΙΑΛΕΞΙΣ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.
1
Ὅπως μὲν ὑμεῖς διανοεῖσθε περὶ ἐμοῦ καὶ τῆς ἐμῆς εἴτε σοφίας εἴτε ἀμαθίας οὐ δύναμαι ξυμβαλεῖν, πότερον ὄντως ἐπιθυμεῖτε τῶν λόγων, ὡς ἀκουσόμενοί τι θαυμαστὸν καὶ τοιοῦτον ὁποῖον οὐκ ἂν ἑτέρου τῶν νῦν, ἢ τοὐναντίον, ὡς ἐμὲ ἐξελέγξοντες καὶ ἀποδείξοντες οὐθὲν μέγα οὐδὲ σπουδαῖον ἐπιστάμενον.