11
πῶς οὖν εἰκὸς καθ’ ἕνα μὲν ἕκαστον ἡγεῖσθαι φίλον καὶ τιμᾶν, κοινῇ δὲ τὴν πόλιν ἐχθρὰν νομίζειν, ὑμᾶς τε ἐκείνην κἀκείνους τὴν ὑμετέραν; οἱ γὰρ τοὺς ἀνθρώπους ἀγαπῶντες καὶ ἐπιμιγνύμενοι τούτοις καὶ προσαγόμενοι πολίτας τί λοιπὸν ἢ τὸν ἀέρα ἐχθαίρουσι καὶ τοὺς τόπους, ἤ, ὃ μηδὲ εἰπεῖν ὅσιον, τοῖς θεοῖς ἀπεχθάνονται; καὶ τοίνυν ἅπασα μὲν ἔχθρα πρὸς ἅπαντας ἐργῶδες καὶ χαλεπόν· οὐδεὶς γὰρ οὕτως ἀσθενὴς ἐχθρὸς ὅστις οὐκ ἐλύπησεν ἐπὶ καιροῦ καὶ τὸν ἄγαν φαινόμενον ἰσχυρὸν καὶ τὸ μῖσος ἐνεδείξατο ἢ λόγον τινὰ εἰπὼν λυπηρὸν ἢ ἔργον ἀσύμφορον πράξας.
12
οὐ γάρ ἐστιν, ὡς εἰπεῖν, οὐδέποτε ἡδὺς οὐδὲ ὠφέλιμος ὁ τοῦ μίσους καρπός, ἀλλὰ τοὐναντίον ἁπάντων ἀηδέστατος καὶ πικρότατος, οὐδὲ βάρος οὕτω χαλεπὸν οὐδὲ ἐπίπονον ὡς ἔχθρα φέρειν. ταῖς μὲν οὖν εὐτυχίαις ἀεὶ παρενοχλεῖ, τὰς δὲ συμφορὰς αὔξει, καὶ τῷ μὲν ἄλλο τι λυπουμένῳ τὴν λύπην ἀπεργάζεται διπλασίονα, τοὺς δὲ εὖ πράττοντας οὐκ ἐᾷ χαίρειν κατὰ τὴν ἀξίαν. ἀνάγκη γὰρ οἶμαι τοὺς πολλοὺς ὑπὸ μὲν ἀλλήλων βλάπτεσθαι, παρὰ δὲ τοῖς ἄλλοις καταφρονεῖσθαι καὶ ἀδοξεῖν, ὡς τοῦτο μὲν ὑπαρχόντων αὐτοῖς ἐναντίων, τοῦτο δὲ αὐτοὺς ἄφρονας καὶ φιλονίκους. φιλίας δὲ καὶ ὁμονοίας οὐδὲν κάλλιον οὐδὲ θειότερον καὶ ἀνδρὶ πρὸς ἄνδρα καὶ πόλει πρὸς πόλιν.