38
οὐχ ὁρᾶτε τοῦτο μὲν ἥλιον νυκτὶ μεθιστάμενον καὶ παρέχοντα ἀνατεῖλαι τοῖς ἀφανεστέροις ἄστροις, τοῦτο δὲ σελήνην ἐῶντα καταλάμψαι τὴν ἅπασαν γῆν ἐν ἐρημίᾳ τοῦ κρείττονος φωτός; τοῦτο δὲ ἄστρα ὑποχωροῦντα ἡλίῳ καὶ μηδὲν ἡγούμενα πάσχειν μηδὲ ἀπόλλυσθαι διὰ τὴν ἐκείνου τοῦ θεοῦ δύναμιν; τοῦτο δὲ αὖ τὸν ἥλιον περὶ μέσην ἐνίοτε ἡμέραν ἐπισκοτούμενον σελήνης ὑποδραμούσης, ᾗ τὸ φῶς αὐτὸς δίδωσι, πολλάκις γε μὴν ὑπὸ τῶν ἀσθενεστάτων νεφῶν ἀποκρυπτόμενον ἤ τινος ἀραιᾶς ὁμίχλης περί τε λίμνας καὶ ποταμοὺς ἱσταμένης, ὡς ἔσθ’ ὅτε μὲν εἴργεσθαι παντελῶς, ἐνίοτε δὲ ἀδρανῆ τὴν ἀκτῖνα καὶ λεπτὴν διαπέμπειν·
39
τοῦτο δὲ τῶν πλανωμένων ἀστέρων τὴν ἄπαυστον χορείαν, ἃ μηδέποτε ἀλλήλοις ἐμποδὼν ἵσταται; πρὸς δὲ αὖ γῆ μὲν τὴν κατωτάτω χώραν λαχοῦσα ὑπομένει, καθάπερ ἕρμα νεώς, ὕδωρ δὲ περὶ ταύτῃ κεχυμένον, ὕπερθεν δὲ ἀμφοῖν ἀὴρ μαλακός τε καὶ εὔπνους, ὁ δὲ ἀνωτάτω καὶ ξύμπαντα ἔχων αἰθὴρ πυρὸς θείου κύκλῳ περιδραμόντος αὐτοῖς; καὶ ταῦτα μέν, οὕτως ἰσχυρὰ καὶ μεγάλα, τὴν πρὸς ἄλληλα κοινωνίαν ἀνέχεται καὶ διατελεῖ χωρὶς ἔχθρας· μικρὰ δὲ οὕτω πολίχνια τῶν ἐπιτυχόντων ἀνθρώπων καὶ ἔθνη ἀσθενῆ κατοικοῦντα ἐν μέρει τῆς γῆς οὐ δύναται τὴν ἡσυχίαν ἄγειν οὐδὲ ἀθορύβως ἀλλήλοις γειτνιᾶν;