21
οὐ γάρ ἐστιν οὐδεὶς ἀσθενὴς οὕτως οὐδὲ ἀδύνατος τὴν φύσιν, ἄνθρωπος ὢν πρὸς ἄνθρωπον, ὃς οὐ τυγχάνει καιροῦ τὴν δυσμένειαν ἐνδείξασθαι καὶ τὸ μῖσος ἢ καθ’ αὑτὸν ἢ σὺν ἑτέροις καὶ λόγον τινὰ εἰπεῖν, ᾧ πάντως ἐλύπησε, καὶ πρᾶγμα συνθεῖναι τὸ βλάψον. οὐδὲ γὰρ νόσημα οὐδὲν οὕτως ἀναίσθητον τοῖς ἔχουσιν ὡς μηδέποτε βλάψαι μηδὲ ἐμποδὼν γενέσθαι μηδεμιᾶς πράξεως, ἀλλὰ κἂν ἐγρηγορότι καὶ βαδίζοντι μὴ σφόδρα ἐνοχλῇ τὴν ἰσχὺν τοῦ σώματος, εἴς γε τὴν κοίτην ἀπήντησε καὶ διασπᾷ καὶ διαφθείρει τὸν ὕπνον.
22
οὕτως ἔγωγέ φημι μηδέποτε λυσιτελεῖν ἀπεχθάνεσθαι καὶ φιλονικεῖν μηδὲ τῇ μεγίστῃ πόλει πρὸς τὴν βραχυτάτην κώμην· ὅταν δὲ δὴ πρὸς ἀνθρώπους ᾖ πόλιν οἰκοῦντας οὐ σμικρὰν καὶ πολιτείαν ἐξαίρετον ἔχοντας καὶ παρὰ τοῖς ἡγεμόσι τιμήν τινα καὶ δύναμιν, ἐὰν σωφρονῶσι ʽδεῖ γὰρ ὑμᾶς ἀκούειν τἀληθῆ καὶ μὴ χαλεπῶς φέρειν, ἐάν τις ἑτέρους ἐπαινῇ βουλόμενος ὑμᾶς ὠφελεῖν’ τὸ δὲ μέγιστον ὁμόρους καὶ ἀστυγείτονας καὶ μόνον οὐχὶ καθ’ ἑκάστην τὴν ἡμέραν ὑμῖν ἐπιμιγνυμένους, τοῦτο μὲν τοῖς πλείστοις ἐπιγαμίας ὑπαρχούσης, τοῦτο δὲ πολιτῶν τινων, καὶ σχεδὸν τῶν δυνατωτάτων παρ’ ἡμῖν, τῆς παρ’ ἐκείνοις τιμῆς τετυχηκότων· πῶς χρὴ ταύτην ἄλυπον καὶ ἀβλαβῆ τὴν ἔχθραν ὑπολαμβάνειν;