11
καίτοι τὸ μὲν ὑπόδημα δεῖ πρὸς αὑτὸν ἁρμόττειν καὶ τὸν αὑτοῦ πόδα, καὶ ἂν δοκῇ μεῖζον, περιτεμεῖν· πόλιν δὲ οὐδέποτε δεῖ κολούειν οὐδὲ κατάγειν πρὸς αὑτὸν οὐδὲ πρὸς τὴν ἑαυτοῦ ψυχὴν μετρεῖν, ἐὰν τύχῃ σμικρὰν ἔχων καὶ ἀνελεύθερον, καὶ ταῦτα παραδειγμάτων ὄντων· λέγω δὲ τὸ τῶν Σμυρναίων, τὸ τῶν Ἐφεσίων, Ταρσεῖς ἐκείνους, Ἀντιοχέας. καὶ ταῦτα ἐπίσταμαι σαφῶς ὅτι καὶ πρότερόν τινες ἀκούοντες διερρήγνυντο καὶ χαλεπῶς ἔφερον, εἰ τοιούτων ἐθίζεσθε ἀκροᾶσθαι λόγων καὶ μετὰ τοιούτων πόλεων τολμᾷ τις ὀνομάζειν τὴν ὑμετέραν.
12
ὅμως δ’ ἐπὶ τούτοις σχετλιάζοντες καὶ τοιαῦτα λέγοντες καὶ διδόναι μηδένα ἐῶντες καὶ τοῖς ἔργοις ἐμποδὼν γιγνόμενοι, οὕτως ἐμὲ διέθηκαν, ὥστε ὀλίγου φυγὴν ἐμαυτοῦ καταψηφίσασθαι. καὶ γὰρ ἦν γελοῖον μετὰ φυγὴν οὕτως μακρὰν καὶ πράγματα τοσαῦτα καὶ τύραννον ἐχθρὸν δεῦρο ἀφικόμενον, ὥστε ἀναπαύσασθαι καὶ τὸ λοιπὸν ἐπιλαθέσθαι τῶν πρότερον χαλεπῶν, οἷον ἐκ δεινοῦ καὶ ἀγρίου πελάγους καὶ χειμῶνος ἀδοκήτως σωθέντα μόλις δι’ εὔνοιαν θεοῦ τινος, ἔπειτα ἐνταῦθα ὥσπερ ἐν λιμένι ναυαγεῖν.
13
θαυμάζω δὲ μάλιστα ἐνίων ἀνθρώπων τὴν κακοήθειαν, μᾶλλον δὲ τὴν ἄνοιαν, ὑπομιμνησκόμενος οἷα ἐλογοποίουν τὸ μὲν πρῶτον περὶ τῆς πρεσβείας, ἣν ἐπέμψατε εὐχαριστοῦντες. οὐ γὰρ ἡδέως αὐτὸν ἀποδέξασθαι τοὺς πρέσβεις, ἀλλὰ δυσχερᾶναι μᾶλλον, ὡς δέον αὐτὸν ἐπὶ τῆς πύλης ἀπηντηκέναι καὶ περιβαλεῖν τοὺς ἥκοντας ἢ τοὺς μηδέπω παρόντας ὀνομάζειν ἢ πυνθάνεσθαι περὶ τοῦδε καὶ τοῦδε, τί πράττουσιν ἢ διὰ τί πάντες οὐκ ἦλθον.