32
ἔξεστι δὲ ὑμῖν εὐεργετεῖν τὰς πόλεις καὶ πλέον καὶ μεῖζον ἢ ἐκείνοις, τὸ μὲν πρῶτον καὶ μάλιστα διὰ τὴν θάλατταν, ἐξ ἧς ἁπάντων μὲν καὶ τῶν νῦν κομιζομένων ʽδεῖ δὲ δημοσίᾳ χαρίζεσθαι τὴν πόλιν, οὐκ ἰδίᾳ τινάσ̓ τὰ δὲ καὶ διακλέπτοντες αὐτοί, τὰ δ’ αἰτούμενοι παῤ ἕκαστα· καὶ ἀντιλέγετε μὲν οὐδέποτε τοῖς αἰτήσασιν ὑμεῖς, αὐτὸ δὲ ὅμως φορτικόν ἐστι τὸ τὴν τῆς αἰτήσεως ἀνάγκην ἔχειν. εἰ δὲ καὶ τούτων ἁπάντων μεταλαμβάνειν ἐπιτρέψετε τοῖς δήμοις τοῖς καθ’ ἑκάστην ἡμέραν αἰτουμένοις τὸ πρὸς τὴν χρείαν ἐπεῖγον, πῶς οὐκ εἰκός ἐστι μείζους ὑμᾶς ἔσεσθαι παρ’ αὐτοῖς, εὐεργετοῦντας αὐτούς; καὶ ἅμα καὶ μεγάλην ποιήσετε τὴν ὁμόνοιαν διὰ πάντων ἐλευσομένην.
33
πειρᾶσθε δὲ καὶ τοῖς ἡγεμόσιν αἰδῶ παρέχειν, ἀεὶ τοῦτο φανερὸν καθιστάντες ὅτι μὴ ἀπόχρη ὑμῖν καλῶς διοικεῖσθαι μόνοις, ἀλλὰ παντὸς ἐπιμελεῖσθε τοῦ τῶν Βιθυνῶν γένους καὶ οὐδὲν ἧττον δυσχεραίνετε τοῖς εἰς τοὺς ἄλλους ἀδικήμασιν ἢ τοῖς εἰς αὑτούς· κἄν τινες καταφύγωσιν ἐφ’ ὑμᾶς δεόμενοι βοηθείας, προθύμως ἐπαρκεῖτε καὶ ὁμοίως. ταῦτα τὸ πρωτεῖον ὑμῖν παραδώσει τὸ ἀληθινόν, οὐχ ἡ περὶ τῶν ὀνομάτων πρὸς Νικαεῖς μάχη.