26
ἡμεῖς δὲ ἂν ἀπολάβωμεν τὸ πρωτεῖον ἀμαχεὶ παραδόντων αὐτὸ τῶν Νικαέων, πότερα ληψόμεθα τοὺς φόρους, οὓς νῦν ἐκεῖνοι λαμβάνουσιν; ἢ τὰς πόλεις τὰς συντελούσας εἰς τὸ παρ’ ἐκείνοις δικαστήριον ἐνταυθοῖ καλέσομεν; ἢ πέμψομεν αὐτοῖς ἁρμοστάς; ἢ δεκάτας τὰς παρὰ τῶν Βιθυνῶν ἐκείνοις ἔλαττον παρέξομεν; ἢ τί ἔσται; καὶ τί ἡμῖν γενήσεται πλέον; ἐγὼ γὰρ ὑπὲρ ἁπάντων νομίζω τοὺς ἀνθρώπους τῶν πραττομένων οὐχὶ μάτην οὐδὲ εἰκῇ σπουδάζειν, ἀλλ’ ἀεὶ γίγνεσθαι τὸν ἀγῶνα ἀντί τινος.
27
ὁ μὲν γὰρ πολεμῶν ἢ περὶ ἐλευθερίας ἀγωνίζεται, καταδουλουμένων αὐτὸν ἄλλων, ἢ περὶ ἀρχῆς, αὐτὸς ἑτέρους καταδουλούμενος. ὁ δὲ πλέων τὴν θάλατταν οὐκ ἄλην εἰκῇ διατίθεται· κινδυνεύει γὰρ ἤτοι γε ὁδοῦ χάριν ἢ ἐμπορίας. ἵνα δὲ μὴ πάντα φέρω τὰ παραδείγματα, ἁπλῶς καὶ πράττομεν ἅπαντα οἱ ἄνθρωποι τέλους ἕνεκεν ἀγαθοῦ καὶ φεύγομεν τὰς ἐναντίας πράξεις τέλους ἕνεκεν κακοῦ. τὸ δὲ χωρὶς αἰτίας σπουδάζειν ἢ πονεῖν, τοῦτ’ ἔστιν ὃ τοῖς ἀνοήτοις προσήκει μόνοις.
28
εἰ μὲν οὖν τις σπουδὴν ἔχοι καλεῖσθαι βασιλεὺς ἰδιώτης ὤν, καὶ τοῦτο ἄριστα ἐπιστάμενος αὐτὸς ὑπὲρ αὑτοῦ, τοὐναντίον οὗτος ἢ δοκεῖ γέλωτα ὀφλήσει, χρώμενος ὀνόματι ψευδεῖ δίχα πράγματος. καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως ἁπάντων, κἂν αὐλητής τις ἐθέλῃ δοκεῖν, αὐλεῖν οὐκ ἐπιστάμενος, κἂν μουσικὸς οὐδὲν ὑπὲρ μουσικῆς εἰδώς, κἂν κιθαριστὴς οὐδὲ ἅψασθαι τῆς λύρας ἐπιστημόνως δυνάμενος. τοὺς μὲν οὖν τοιούτους οὐδὲν κωλύσει καὶ μαινομένους δοκεῖν, ἡμεῖς δὲ οἰόμεθα, ἐὰν ἐπιγραφῶμέν που πρῶτοι, τὸ πρωτεῖον ἕξειν;