23
κἄν τις ὑμᾶς ἐπιστὰς ἔρηται, Τί δὲ ὑμᾶς οἱ Νικαεῖς ἀδικοῦσιν; οὐδὲν εἰπεῖν ἕξετε. κἂν ἐκείνων πύθηται πάλιν, Τί δὲ οἱ Νικομηδεῖς ἀδικοῦσιν ὑμᾶς; οὐδὲ αὐτοὶ λέγειν ἕξουσιν οὐδὲ ἕν. ἀλλὰ ἆθλόν ἐστιν ἐστιν ἐν τῷ μέσῳ κείμενον, ὑπὲρ οὗ διαφέρεσθε. καὶ τί τοῦτό ἐστιν; ἃ μέν γε καὶ ὀνομάσαι ἄξιον καὶ ὁμολογῆσαι καὶ περὶ ὧν ἂν καὶ συγγνοίη τις τοῖς ἀγωνιζομένοις, τούτων οὐδέν ἐστι, τὰ δὲ ὄντα οὐδὲ εἰπεῖν οὐδὲ ὁμολογῆσαι ὡς καλῶς ἔχει· τοιαῦτά ἐστιν, οὕτω σμικρά, οὕτως τὰ τυχόντα, ἐφ’ οἷς οἱ μὲν ἀνόητοι φιλοτιμηθεῖεν ἂν ἴσως, εὖ δὲ φρονῶν ἂν οὐδεὶς.
24
οἱ γὰρ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὴν στάσιν· δι’ ἃς δὲ αἰτίας οὐκ ἐμὸν ἴσως ἐξελέγχειν· ἀλλ’ οἵ γε χαίροντες αὐτῇ τοῦτο μόνον λαλοῦσιν· Ὑπὲρ πρωτείων ἀγωνιζόμεθα. τούτους οὖν αὐτοὺς ἐρήσομαι πάλιν ἐγώ· Τίνων πρωτείων; καὶ πότερον ἔργῳ καὶ πράγματι δοθησομένων ἢ περὶ ὀνόματος αὐτὸ μόνον ἐστὶν ὑμῖν ἡ μάχη; καὶ πρότερον γὰρ δήποτε ἀκούω τὸ αὐτὸ τοῦτο γενέσθαι στάσεως Ἑλληνικῆς αἴτιον, καὶ πολεμῆσαι περὶ τῶν πρωτείων τοὺς Ἀθηναίους καὶ τοὺς Λακεδαιμονίους.
25
καὶ διότι μὲν οὐδὲ ἐκείνοις ἐλυσιτέλησεν ἡ στάσις καὶ ὁ πόλεμος, ἀλλὰ πρὸς ἀλλήλους ἀγωνιζόμενοι περὶ τῶν πρωτείων ἀπώλεσαν αὐτὰ ἀμφότεροι, καὶ ὑμεῖς ἅπαντες ἐκεῖνα ἴστε καὶ ἴσως κἀγὼ μικρὸν ὕστερον ὑπὲρ αὐτῶν ἐρῶ. τί δέ; τοῦτο ὡς ὅμοιον ἐκείνῳ προβαλλόμενοι λέγουσιν; Ἀθηναῖοι περὶ τοῦ φόρους λαμβάνειν παρὰ τῶν νησιωτῶν ἐπολέμουν, καὶ περὶ τοῦ δικάζειν οἴκοι τὰς ἁπάντων δίκας Ἑλλήνων ἠγωνίζοντο, καὶ καθόλου περὶ βασιλείας ὁ πόλεμος ἦν ταῖς πόλεσιν ἐκείναις.