6
ὑπὲρ γὰρ ὁμονοίας ἐρῶν ἔρχομαι, καλοῦ μὲν ὀνόματος, καλοῦ δὲ πράγματος, ἄν δ’ εὐθὺς προσθῶ περὶ τῆς πρὸς τίνας ὁμονοίας, τοῦτο δέδοικα, μὴ τὴν μὲν ὁμόνοιαν αὐτὴν ἐφ’ ἑαυτῆς καλὴν εἶναι πιστεύσητε, τὸ δὲ πρὸς τούτους ὁμονοεῖν τοὺς ἀνθρώπους, οἷς ὁμονοεῖν φημι δεῖν ὑμᾶς, ἀδύνατον εἶναι νομίσητε. τοῦτο γάρ ἐστιν, ὃ μέχρι νῦν εἰς τὴν ἔχθραν καθίστησιν ὑμᾶς τὴν πρὸς ἀλλήλους καὶ οὐκ ἐᾷ γενέσθαι τὴν φιλίαν, τὸ πεπεῖσθαι δίχα λόγου μὴ δυνατὴν εἶναι ταῖς πόλεσι τὴν ὁμόνοιαν. μὴ θορυβήσητε δὲ ἀρχομένῳ πάλιν, ἀλλ’ ὑπομείνατε.
7
φημὶ δεῖν ὑμᾶς, ἄνδρες Νικομηδεῖς, ὁμονοῆσαι πρὸς Νικαεῖς· ἀκούσατε δὲ καὶ μὴ χαλεπήνητε μηδέπω, πρὶν ἂν εἴπω τὰς αἰτίας. οὐδὲ γὰρ ὁ νοσῶν πρὸς τὸν ἰατρὸν ὀργίζεται διατάττοντα τὴν θεραπείαν, ἀλλ’ ἀκούει μὲν ἀηδῶς αὐτοῦ λέγοντος, ὅτι αὐτὸν καὶ τμηθῆναι δεῖ καὶ καυθῆναι, πείθεται δὲ ὅμως· περὶ γὰρ σωτηρίας ὁ κίνδυνός ἐστι. καίτοι τί τοῦτο εἶπον; τὸ γὰρ ἐμὸν φάρμακον, ὃ προσφέρω ταῖς πόλεσιν, ἥδιστόν ἐστι φαρμάκων καὶ χωρὶς οὗ ζῆν οὐδεὶς ἂν ἐθελήσειεν εὖ φρονῶν.
8
βούλομαι δὲ διελεῖν τὸν λόγον καὶ τὸ πρῶτον ὑπὲρ αὐτῆς εἰπεῖν τῆς ὁμονοίας τῆς καθόλου, ποδαπόν τέ ἐστι καὶ τίνων αἴτιον, ἐξ ἐναντίας τὴν στάσιν καὶ τὴν ἔχθραν διακρίνας τὴν φιλίαν· εἶτα ʽἔσται γάρ ἀκόλουθον τὸ τῆς ὁμονοίας ἀποδειχθείσης ὠφελίμου τοῖς ἀνθρώποις ἅπασιν’ ἀποδεῖξαι ταύτην τὴν ὁμόνοιαν τῶν πόλεων τούτων καὶ ἀναγκαιοτάτην οὖσαν ὑμῖν καὶ λυσιτελεστάτην. οὐκ ἀποστήσομαι δὲ εἰπεῖν οὐδ’ ὅπως ἂν μεῖναι γενομένη δύναιτο· καὶ γὰρ τοῦτο ὁρῶ πολλοῖς ἐνοχλοῦν.