47
μνάσεσθαί τινά φαμι καὶ ἕτερον ἀμμέων. πάνυ γὰρ καλῶς εἶπεν ἡ Σαπφώ· καὶ πολὺ κάλλιον Ἡσίοδος, φήμη δ’ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. ἐγώ σε ἀναστήσω παρὰ τῇ θεῷ, ὅθεν οὐδείς σε μὴ καθέλῃ, οὐ σεισμός, οὐκ ἄνεμος, οὐ νιφετός, οὐκ ὄμβρος, οὐ φθόνος, οὐκ ἐχθρός, ἀλλὰ καὶ νῦν σε καταλαμβάνω ἑστηκότα. λάθα μὲν γὰρ ἤδη τινὰς καὶ ἑτέρους ἔσφηλε καὶ ἐψεύσατο, γνώμη δ’ ἀνδρῶν ἀγαθῶν οὐδένα, ᾗ κατ’ ἄνδρα μοι ὀρθὸς ἕστηκας.
(21)ΠΡΟΣ ΝΙΚΟΜΗΔΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΤΗΣ ΠΡΟΣ ΝΙΚΑΕΙΣ.
1
Ὅταν ἐκλογίσωμαι τὰς αἰτίας, ἄνδρες Νικομηδεῖς, δι’ ἃς ἐποιήσασθέ με πολίτην· οὐ γὰρ πλοῦτον ὄντα ὁρῶ μοι μέγαν, ὥστε νομίζειν ὅτι διὰ χρήματα ἐσπουδάσθην ὑφ’ ὑμῶν, οὐδὲ πρὸς τὸ θεραπεύειν τοὺς ὄχλους ἐπιτηδείως ἔχοντι ἐμαυτῷ σύνοιδα· οὔκουν οὐδὲ εἰς τοῦτό μου χρῄζειν δοκεῖτε, τὸ ταῖς ὁρμαῖς ὑμῶν ἁπάσαις ὑπηρετεῖν ἑτοίμως ἐμέ· ἀλλὰ μὴν οὐδὲ συμποτικός εἰμί τις οὐδὲ κοινὸς ἐν ταῖς τοιαύταις συνουσίαις, ὥστε ἀπό γε τούτου παρέχειν τοῖς πλήθεσιν ἡδονήν· εἰ δὲ μὴ διαμαρτάνω μήτε τῆς ὑμετέρας περὶ ἐμαυτοῦ προαιρέσεως, ὅσα τε ὑμῖν δύναμαι χρήσιμος εἶναι, ταῦτα ἐπίσταμαι· τὸ λοιπόν ἐστιν, δι’ ὃ πολίτης ἐγὼ γεγένημαι παρ’ ὑμῖν σπουδῆς, οὐδὲν ἄλλο ἢ τὸ συμβουλεύειν ἐμέ τι περὶ τῶν κοινῇ συμφερόντων ἴσως μᾶλλον ἑτέρων καὶ βούλεσθαι καὶ δύνασθαι.