7
ἀμφότερα δὲ καὶ τύραννος καὶ σοφὸς μόνος. παρὰ τοῦτον ὁ Σόλων ἐλθὼν καὶ τυχὼν τῶν κοινῶν· κοινὰ γὰρ τὰ φίλων· ἀλλ’ ὅμως ἀνδριάντος οὐκ ἔτυχεν, οὐ δήπου καταφρονῶν ἀνδριάντος, ἀλλὰ καὶ τὸ ἐν Σαλαμῖνι χαλκοῦς ἑστάναι μέγα ποιούμενος· πόθεν γε δὴ οὐχὶ ἐν Κορίνθῳ, ἐν τῷ περιπάτῳ τῆς Ἑλλάδος; ἧκε δὲ καὶ Ἡρόδοτος ὁ λογοποιὸς ὡς ὑμᾶς λόγους φέρων Ἑλληνικοὺς ἄλλους τε καὶ Κορινθίους οὐδέπω ψευδεῖς, ἀνθ’ ὧν ἠξίου παρὰ τῆς πόλεως μισθὸν ἄρνυσθαι. διαμαρτὼν δὲ καὶ τούτου· οὐ γὰρ ἠξίουν οἱ ὑμέτεροι πρόγονοι δόξαν ἀγοράζειν· μετεσκεύασεν ἐκεῖνα ἃ πάντες ἐπιστάμεθα, τὰ περὶ τὴν Σαλαμῖνα καὶ τὸν Ἀδείμαντον.
8
ἡμᾶς δὲ δὶς ἐπιδημήσαντας οὕτως ἀσμένως ἐπείδετε ὥστε μάλιστα μὲν ἐπειρᾶσθε κατέχειν, ὁρῶντες δὲ ἀδύνατον ὄν, ἀλλά γε τὴν εἰκὼ τοῦ σώματος ἐποιήσασθε καὶ ταύτην φέροντες ἀνεθήκατε εἰς τὰ βιβλία, εἰς προεδρίαν, οὗ μάλιστ’ ἂν ᾤεσθε τοὺς νέους προκαλέσασθαι τῶν αὐτῶν ἡμῖν ἐπιτηδευμάτων ἔχεσθαι. οὐ γὰρ ὡς ἕνα τῶν πολλῶν καὶ κατ’ ἐνιαυτὸν καταιρόντων εἰς Κεγχρεὰς ἔμπορον ἢ θεωρὸν ἢ πρεσβευτὴν ἢ διερχόμενον, ἀλλ’ ὡς μόλις διὰ μακρῶν χρόνων ἀγαπητὸν ἐπιφαινόμενον, οὕτως ἐτιμήσατε.
9
τιμὴ δ’ ἠΰτ’ ὄνειρος ἀποπταμένη πεπότηται. ὥστε ἐμὲ ἐν ἀπόρῳ καθεστάναι καὶ πρὸς ἐμαυτὸν καὶ νὴ Δία ἤδη πρὸς ἕτερον, πότερ’ ὡς ἀληθῶς οὐκ ἔβλεπον οὐδὲ ὕπαρ, ἀλλὰ ὄναρ ἦν τὰ γιγνόμενα, ἢ τὰ μὲν ἦν ταῦτα ταῖς πάσαις ἀκριβείαις, σπουδή τε τοῦ πλήθους καὶ κρίσις τῆς βουλῆς, ὁ δ’ ἀνδριὰς τῶν Δαιδάλου ποιημάτων ἔτυχεν ὢν καὶ λαθὼν ἡμᾶς ἀπέδρα.