44
ταῦτα δὲ ὑφ’ ἡμῶν ὁρᾶσθαι συνεστραμμένα, καθάπερ ἐν αὐγῇ λαμπρᾷ φλογὸς σπινθῆρας ἰσχυροὺς διαθέοντας, ἰδίαν δὲ κίνησιν ἔχειν καθ’ αὑτά. καὶ τἄλλα ἄστρα δι’ ἐκείνου φαινόμενα καὶ ξύμπαντα ἐκείνου πεφυκότα μέρη τὰ μὲν περιφέρεσθαι σὺν αὐτῷ μίαν ταύτην ἔχοντα κίνησιν, τὰ δὲ ἄλλους θεῖν δρόμους. τυγχάνειν δὲ παρὰ τοῖς ἀνθρώποις ταῦτα μὲν ἰδίου ἕκαστον ὀνόματος· τὰ δὲ ἄλλα κατὰ πλῆθος ἀθρόα, διανενεμημένα εἴς τινα σχήματα καὶ μορφάς.
45
ὁ μὲν δὴ λαμπρότατος ἵππος καὶ ποικιλώτατος αὐτῷ τε Διὶ προσφιλέστατος, ὧδέ πως ὑμνούμενος ὑπ̓ αὐτῶν, θυσίας τε καὶ τιμὰς ἅτε πρῶτος εἰκότως πρώτας ἔλαχεν· δεύτερος δὲ μετ’ ἐκεῖνον ἁπτόμενος αὐτοῦ καὶ πλησιώτατος Ἥρας ἐπώνυμος, εὐήνιος καὶ μαλακός, πολὺ δὲ ἥττων κατά τε ῥώμην καὶ τάχος. χροιὰν δὲ τῇ μὲν αὑτοῦ φύσει μέλας, φαιδρύνεται δὲ ἀεὶ τὸ καταλαμπόμενον Ἡλίῳ· τὸ δὲ σκιασθὲν ἐν τῇ περιφορᾷ τὴν αὑτοῦ μεταλαμβάνει τῆς χρόας ἰδέαν.
46
τρίτος Ποσειδῶνος ἱερός, τοῦ δευτέρου βραδύτερος. τούτου δὲ μυθολογοῦσιν εἴδωλον οἱ ποιηταὶ γενέσθαι παρ’ ἀνθρώποις, ἐμοὶ δοκεῖν, ὅντινα ὀνομάζουσι Πήγασον, καί φασιν ἀνεῖναι κρήνην ἐν Κορίνθῳ χαράξαντα τῇ ὁπλῇ. ὁ δὲ δὴ τέταρτος εἰκάσαι πάντων ἀτοπώτατος, στερεός τε καὶ ἀκίνητος, οὐχ ὅπως πτερωτός, ἐπώνυμος Ἑστίας. ὅμως δὲ οὐκ ἀποτρέπονται τῆς εἰκόνος, ἀλλὰ ἐνεζεῦχθαί φασι καὶ τοῦτον τῷ ἅρματι, μένειν δὲ κατὰ χώραν χαλινὸν ἀδάμαντος ἐνδακόντα.