42
ἐξηγοῦνται δὲ τὸν μῦθον οὐχ ὥσπερ οἱ παρ’ ἡμῖν προφῆται τῶν Μουσῶν ἕκαστα φράζουσι μετὰ πολλῆς πειθοῦς, ἀλλὰ μάλα αὐθαδῶς. εἶναι γὰρ δὴ τοῦ ξύμπαντος μίαν ἀγωγήν τε καὶ ἡνιόχησιν ὑπὸ τῆς ἄκρας ἐμπειρίας τε καὶ ῥώμης γιγνομένην ἀεί, καὶ ταύτην ἄπαυστον ἐν ἀπαύστοις αἰῶνος περιόδοις. τοὺς δὲ Ἡλίου καὶ Σελήνης δρόμους, καθάπερ εἶπον, μερῶν εἶναι κινήσεις, ὅθεν ὑπ’ ἀνθρώπων ὁρᾶσθαι σαφέστερον. τῆς δὲ τοῦ ξύμπαντος κινήσεως καὶ φορᾶς μὴ ξυνιέναι τοὺς πολλούς, ἀλλ’ ἀγνοεῖν τὸ μέγεθος τοῦδε τοῦ ἀγῶνος.
43
τὸ δὴ μετὰ τοῦτο αἰσχύνομαι φράζειν τῶν ἵππων πέρι καὶ τῆς ἡνιοχήσεως, ὅπως ἐξηγούμενοι λέγουσιν, οὐ πάνυ τι φροντίζοντες ὅμοιόν σφισι γίγνεσθαι πανταχῇ τὸ τῆς εἰκόνος. ἴσως γὰρ ἂν φαινοίμην ἄτοπος παρὰ Ἑλληνικά τε καὶ χαρίεντα ᾅσματα βαρβαρικὸν ᾆσμα ἐπᾴδων· ὅμως δὲ τολμητέον. φασὶ τῶν ἵππων τὸν πρῶτον ἄνωθεν ἀπείρῳ διαφέρειν κάλλει τε καὶ μεγέθει καὶ ταχυτῆτι, ἅτε ἔξωθεν περιτρέχοντα τὸ μήκιστον τοῦ δρόμου, αὐτοῦ Ζηνὸς ἱερόν· πτηνὸν δὲ εἶναι· τὴν δὲ χρόαν λαμπρόν, αὐγῆς τῆς καθαρωτάτης· τὸν δὲ Ἥλιον ἐν αὐτῷ καὶ τὴν Σελήνην σημεῖα προφανῆ ὁρᾶσθαι, ὥσπερ οἶμαι καὶ τῶνδε τῶν ἵππων ἐστὶ σημεῖα, τὰ μὲν μηνοειδῆ, τὰ δὲ ἀλλοῖα.