36
οἷς πειθόμενοι οἱ ἄνθρωποι Διὸς βασιλέως ἱδρύονται βωμούς, καὶ δὴ καὶ πατέρα αὐτὸν οὐκ ὀκνοῦσι προσαγορεύειν τινὲς ἐν ταῖς εὐχαῖς, ὡς τοιαύτης τινὸς ἀρχῆς καὶ συστάσεως οὔσης τοῦ παντός. ὥστε ταύτῃ γε οὐδὲ οἶκον δοκοῦσί μοι ὀκνῆσαι ἂν ἀποφήνασθαι τοῦ Διὸς τὸν ἅπαντα κόσμον, εἴπερ ἐστὶ πατὴρ τῶν ἐν αὐτῷ, καὶ νὴ Δία πόλιν, ὥσπερ ἡμεῖς προσεικάζομεν κατὰ τὴν μείζονα ἀρχήν.
37
βασιλεία γὰρ πόλει μᾶλλον ἢ οἴκῳ πρεπόντως ἂν λέγοιτο. οὐ γὰρ δὴ βασιλέα εἰπόντες τὸν ἐπὶ τῶν ὅλων οὐκ ἂν βασιλεύεσθαι τὸ ὅλον ὁμολογοῖεν οὐδὲ βασιλεύεσθαι φήσαντες οὐκ ἂν πολιτεύεσθαι φαῖεν οὐδὲ εἶναι πολιτείαν βασιλικὴν τοῦ παντός. πολιτείαν δ’ αὖ συγχωροῦντες πόλιν οὐκ ἂν ἀποτρέποιντο ὁμολογεῖν ἤ τι τούτῳ παραπλήσιον τὸ πολιτευόμενον.
38
ὅδε μὲν οὖν ὁ τῶν φιλοσόφων λόγος, ἀγαθὴν καὶ φιλάνθρωπον ἀποδεικνὺς κοινωνίαν δαιμόνων καὶ ἀνθρώπων, μεταδιδοὺς νόμου καὶ πολιτείας οὐ τοῖς τυχοῦσι τῶν ζῴων, ἀλλ’ ὅσοις μέτεστι λόγου καὶ φρονήσεως, πολὺ κρείττω καὶ δικαιοτέραν τῆς Λακωνικῆς νομοθεσίας εἰσηγούμενος, καθ’ ἣν οὐδὲ ὑπάρχει τοῖς Εἵλωσι γενέσθαι Σπαρτιάταις· ὅθεν δὴ καὶ διατελοῦσιν ἐπιβουλεύοντες τῇ Σπάρτῃ.