26
νῦν οὖν ἐπεὶ ἥψω τῷ λόγῳ τῆς θείας διοκήσεως, αὐτός τε ἀνεπτέρωμαι δαιμονίως καὶ τούσδε ὁρῶ πάντας ὀργῶντας πρὸς ἐκεῖνον τὸν λόγον· καὶ γὰρ ἡμῖν ἔδοξας μεγαλοπρεπῶς καὶ τοῦ πράγματος οὐκ ἀναξίως ὅσα εἶπες εἰρηκέναι καὶ ὡς ἂν μάλιστα ἡμεῖς βουλοίμεθα ἀκοῦσαι. τῆς μὲν γὰρ ἀκριβεστέρας ταύτης φιλοσοφίας ἄπειροί ἐσμεν, Ὁμήρου δέ, ὡς οἶσθα, ἐρασταὶ καί τινες οὐ πολλοὶ Πλάτωνος· ὧν δὴ κἀμὲ ὁρᾷς ὄντα, ἀεί ποτε ἐντυγχάνοντα τοῖς ἐκείνου ὅπως ἂν δύνωμαι· καίτοι ἴσως ἄτοπον βαρβαρίζοντα τῶν πολιτῶν μάλιστα τῷ ἑλληνικωτάτῳ καὶ σοφωτάτῳ χαίρειν καὶ ξυνεῖναι, καθάπερ εἴ τις μικροῦ τυφλὸς τὸ μὲν ἄλλο φῶς ἀποστρέφοιτο, πρὸς αὐτὸν δὲ τὸν ἥλιον ἀναβλέποι.
27
ἔχει μὲν δὴ τὰ ἡμέτερα οὕτως. σὺ δὲ εἰ θέλεις πᾶσιν ἡμῖν χαρίσασθαι, τὸν μὲν ὑπὲρ τῆς θνητῆς πόλεως ἀναβαλοῦ λόγον, ἐὰν ἄρα σχολὴν ἡμῖν οἱ γείτονες παράσχωσιν εἰς αὔριον καὶ μὴ δέῃ προσγυμνάζεσθαι αὐτοῖς, ὥσπερ ἔθος ἡμῖν τὸ πολύ· περὶ δὲ τῆς θείας εἴτε πόλεως εἴτε διακοσμήσεως φίλον σοι καλεῖν, εἰπὲ ὅπῃ τε καὶ ὅπως ἔχει, ὡς δύνασαι ἐγγύτατα τείνων τῆς τοῦ Πλάτωνος ἐλευθερίας περὶ τὴν φράσιν, οἷον δὴ καὶ ἄρτι ποιεῖν ἡμῖν ἔδοξας. εἰ γὰρ μηδενὸς ἄλλου, τῆς γε φωνῆς ξυνίεμεν ὑπὸ συνηθείας ὅτι οὐ σμικρὸν οὐδὲ πόρρω τοῦ Ὁμήρου φθέγγεται.