22
ἀγαθὴν μὲν γὰρ ἐξ ἁπάντων ἀγαθῶν πόλιν οὔτε τις γενομένην πρότερον οἶδε θνητὴν οὔτε ποτὲ ὡς ἐσομένην ὕστερον ἄξιον διανοηθῆναι, πλὴν εἰ μὴ θεῶν μακάρων κατ’ οὐρανόν, οὐδαμῶς ἀκίνητον οὐδὲ ἀργήν, ἀλλὰ σφοδρὰν οὖσαν καὶ πορευομένην, τῶν μὲν ἡγουμένων τε καὶ πρώτων θεῶν χωρὶς ἔριδος καὶ ἥττης· οὔτε γὰρ ἐρίζειν θεοὺς οὔτε ἡττᾶσθαι θέμις οὔτε ὑπ’ ἀλλήλων ἅτε φίλων οὔτε ὑπὸ ἄλλων κρειττόνων, ἀλλὰ πράττειν ἀκωλύτως τὰ σφέτερα ἔργα μετὰ πάσης φιλίας ἀεὶ πάντων κοινῆς· τῶν μὲν φανερωτάτων πορευομένων ἑκάστου καθ’ ἑαυτόν, οὐ πλανωμένων ἄλλως ἀνόητον πλάνην, ἀλλὰ χορείαν εὐδαίμονα χορευόντων μετά τε νοῦ καὶ φρονήσεως τῆς ἄκρας· τοῦ δὲ λοιποῦ πλήθους ὑπὸ τῆς κοινῆς φορᾶς ἀγομένου μιᾷ γνώμῃ καὶ ὁρμῇ τοῦ ξύμπαντος οὐρανοῦ.
23
μίαν γὰρ δὴ ταύτην καθαρῶς εὐδαίμονα πολιτείαν εἴτε καὶ πόλιν χρὴ καλεῖν, τὴν θεῶν πρὸς ἀλλήλους κοινωνίαν, ἐάν τε καὶ ξύμπαν τὸ λογικὸν περιλάβῃ τις, ἀνθρώπων σὺν θεοῖς ἀριθμουμένων, ὡς παῖδες σὺν ἀνδράσι λέγονται μετέχειν πόλεως, φύσει πολῖται ὄντες, οὐ τῷ φρονεῖν τε καὶ πράττειν τὰ τῶν πολιτῶν οὐδὲ τῷ κοινωνεῖν τοῦ νόμου, ἀξύνετοι ὄντες αὐτοῦ. ἐκ δὲ τῶν ἄλλων πανταχοῦ πασῶν σχεδὸν ἁπλῶς ἡμαρτημένων τε καὶ φαύλων πρὸς τὴν ἄκραν εὐθύτητα τοῦ θείου καὶ μακαρίου νόμου καὶ τῆς ὀρθῆς διοικήσεως, ὅμως δὲ πρὸς τὸ παρὸν εὐπορήσομεν παράδειγμα τῆς ἐπιεικέστερον ἐχούσης πρὸς τὴν παντελῶς διεφθαρμένην, ὡς ἐν πᾶσι νοσοῦσι τόν γ’ ἐλαφρότατα διάγοντα τῷ κάκιστα διακειμένῳ παραβάλλοντες.