17
ὡς δὲ τοῦτο εἶπον, εὐθὺς ὥρμησαν ἅπαντες εἰς τὸ τοῦ Διὸς ἱερόν, οὗπερ εἰώθασι βουλεύεσθαι. καὶ οἱ μὲν πρεσβύτατοι καὶ οἱ γνωριμώτατοι καὶ οἱ ἐν ταῖς ἀρχαῖς κύκλῳ καθίζοντο ἐπὶ βάθρων· τὸ δὲ λοιπὸν πλῆθος ἐφεστήκεσαν. ἦν γὰρ εὐρυχωρία πολλὴ πρὸ τοῦ νεώ. πάνυ οὖν ἄν τις ἥσθη τῇ ὄψει φιλόσοφος ἀνήρ, ὅτι ἅπαντες ἦσαν τὸν ἀρχαῖον τρόπον, ὥς φησιν Ὅμηρος τοὺς Ἕλληνας, κομῶντες καὶ τὰ γένεια ἀφεικότες, εἷς δὲ ἐν αὐτοῖς μόνος ἐξυρημένος, καὶ τοῦτον ἐλοιδόρουν τε καὶ ἐμίσουν ἅπαντες. ἐλέγετο δὲ οὐκ ἄλλως τοῦτο ἐπιτηδεύειν, ἀλλὰ κολακεύων Ῥωμαίους καὶ τὴν πρὸς αὐτοὺς φιλίαν ἐπιδεικνύμενος· ὥστε εἶδεν ἄν τις ἐπ’ ἐκείνου τὸ αἰσχρὸν τοῦ πράγματος καὶ οὐδαμῇ πρέπον ἀνδράσιν.
18
ἐπεὶ δὲ ἡσυχία ἐγένετο, εἶπον ὅτι δοκοῦσί μοι ὀρθῶς ποιεῖν, πόλιν οἰκοῦντες ἀρχαίαν καὶ Ἑλληνίδα, βουλόμενοι ἀκοῦσαι περὶ πόλεως. καὶ πρῶτόν γε, ἔφην, ὅ,τι ἐστὶν αὐτὸ τοῦτο ὑπὲρ οὗ ὁ λόγος γνῶναι σαφῶς· οὕτω γὰρ ἂν εἴητε ἅμα ᾐσθημένοι καὶ ὁποῖόν τί ἐστιν. οἱ γὰρ πολλοί, ἔφην, ἄνθρωποι τὸ ὄνομα αὐτὸ ἴσασι καὶ φθέγγονται τοῦ πράγματος ἑκάστου, τὸ δὲ πρᾶγμ’ ἀγνοοῦσιν.