14
καὶ ὃς οὐ μάλα ἡδέως ἀποδεξάμενος, Ὦ ξένε, εἶπεν, ὅτι ἡμεῖς σε ἀγαπῶμεν καὶ σφόδρα αἰδούμεθα· ὡς ἄλλως γε οὐδεὶς ἄν ἠνέσχετο Βορυσθενιτῶν εἰς Ὅμηρον καὶ Ἀχιλλέα τοιαῦτα εἰπόντος. ὁ μὲν γὰρ θεὸς ἡμῶν ἐστιν,ὡς ὁρᾷς, ὁ δὲ καὶ σχεδόν τι μετὰ τοὺς θεοὺς τιμᾶται. κἀγὼ πραῧναι βουλόμενος αὐτόν, ἅμα δὲ ἐπί τι χρήσιμον ἀγαγεῖν, Παραιτοῦμαί σε, εἶπον, καθ’ Ὅμηρον συγγνώμην ἔχειν μοι, “εἴ τι κακὸν νῦν εἴρηται” . αὖθις γάρ ποτε ἐπαινεσόμεθα Ἀχιλλέα τε καὶ Ὅμηρον ὅσα δοκεῖ ἡμῖν ὀρθῶς λέγειν.
15
τὸ δὲ παρὸν σκεπτέον ἂν εἴη τὸ τοῦ Φωκυλίδου· ὡς ἐμοὶ δοκεῖ σφόδρα καλῶς λέγειν ὑπὲρ τῆς πόλεως. Σκόπει, ἔφη, ἐπεὶ καὶ τούσδε ὁρᾷς πάντας ἐπιθυμοῦντας ἀκοῦσαί σου καὶ διὰ τοῦτο συνερρυηκότας δεῦρο πρὸς τὸν ποταμόν, καίτοι οὐ σφόδρα ἀθορύβως ἔχοντας. οἶσθα γὰρ δήπου ὅτι χθὲς οἱ Σκύθαι προσελάσαντες μεσημβρίας τοὺς μέν τινας ἀπέκτειναν τῶν σκοπῶν οὐ προσέχοντας, τοὺς δὲ ἐζωγρήκασιν ἴσως· οὐ γάρ πω ἐπιστάμεθα διὰ τὸ μακροτέραν αὐτοῖς γενέσθαι τὴν φυγήν, ἅτε οὐ πρὸς τὴν πόλιν φεύγουσιν.
16
ἦν δὲ τῷ ὄντι ταῦτα οὕτως, καὶ αἵ τε πύλαι συγκέκλειντο καὶ τὸ σημεῖον ἦρτο ἐπὶ τοῦ τείχους τὸ πολεμικόν. ἀλλ’ ὅμως οὕτως ἦσαν φιλήκοοι καὶ τῷ τρόπῳ Ἕλληνες, ὥστε μικροῦ δεῖν ἅπαντες παρῆσαν ἐν τοῖς ὅπλοις, βουλόμενοι ἀκούειν. κἀγὼ ἀγάμενος αὐτῶν τὴν προθυμίαν, Βούλεσθε, ἔφην, καθιζώμεθα ἰόντες ποι τῆς πόλεως; τυχὸν γὰρ νῦν οὐ πάντες ὁμοίως ἀκούουσιν ἐν τῷ βαδίζειν, ἀλλ’ οἱ ὄπισθεν πράγματα ἔχουσι καὶ παρέχουσι τοῖς πρὸ αὐτῶν, σπεύδοντες ἐγγυτέρω προσελθεῖν.