5
ὅθεν δὴ καὶ σφόδρα ταπεινὰ τὰ πράγματα κατέστη τῶν ταύτῃ Ἑλλήνων, τῶν μὲν οὐκέτι συνοικισθεισῶν πόλεων, τῶν δὲ φαύλως, καὶ τῶν πλείστων βαρβάρων εἰς αὐτὰς συρρυέντων. πολλαὶ γὰρ δή τινες ἁλώσεις κατὰ πολλὰ μέρη γεγόνασι τῆς Ἑλλάδος, ἅτε ἐν πολλοῖς τόποις διεσπαρμένης. ἁλόντες δὲ τότε οἱ Βορυσθενῖται πάλιν συνῴκησαν, ἐθελόντων ἐμοὶ δοκεῖν τῶν Σκυθῶν διὰ τὸ δεῖσθαι τῆς ἐμπορίας καὶ τοῦ κατάπλου τῶν Ἑλλήνων. ἐπαύσαντο γὰρ εἰσπλέοντες ἀναστάτου τῆς πόλεως γενομένης, ἅτε οὐκ ἔχοντες ὁμοφώνους τοὺς ὑποδεχομένους οὐδὲ τῶν Σκυθῶν ἀξιούντων οὐδὲ ἐπισταμένων ἐμπόριον αὐτῶν κατασκευάσασθαι τὸν Ἑλληνικὸν τρόπον.
6
σημεῖον δὲ τῆς ἀναστάσεως ἥ τε φαυλότης τῶν οἰκοδομημάτων καὶ τὸ συνεστάλθαι τὴν πόλιν ἐς βραχύ. μέρει γάρ τινι προσῳκοδόμηται τοῦ παλαιοῦ περιβόλου, καθ’ ὃ πύργοι τινὲς οὐ πολλοὶ διαμένουσιν οὐ πρὸς τὸ μέγεθος οὐδὲ πρὸς τὴν ἰσχὺν τῆς πόλεως. τὸ δὲ μεταξὺ συμπέφρακται κατ’ ἐκεῖνο ταῖς οἰκίαις οὐκ ἐχούσαις ὁποῖα διαλείπει. τειχίον δὲ παραβέβληται πάνυ ταπεινὸν καὶ ἀσθενές. τῶν δὲ πύργων εἰσί τινες πολὺ ἀφεστῶτες τοῦ νῦν οἰκουμένου, ὥστε μηδ’ εἰκάσαι ὅτι μιᾶς ἦσαν πόλεως. ταῦτά τε δὴ οὖν σημεῖα ἐναργῆ τῆς ἁλώσεως καὶ τὸ μηδὲν τῶν ἀγαλμάτων διαμένειν ὑγιὲς τῶν ἐν τοῖς ἱεροῖς, ἀλλὰ ξύμπαντα λελωβημένα εἶναι, ὥσπερ τὰ ἐπὶ τῶν μνημάτων.