21
αὐτίκα ὁ τὸν πένητα μακαρίζων ὡς πλούσιον αὐτὸς μὲν ψεύδεται, τῷ δὲ μακαριζομένῳ τὴν πενίαν ὀνειδίζει. πάλιν ὁ τὸν αἴσχιστον ὡς καλὸν ἐπαινῶν ἄλλο τι ἢ προφέρει τὸ αἶσχος αὐτῷ; ἢ ὁ τὸν ἀνάπηρον ὁλόκληρον εἶναι λέγων πῶς ἂν χαρίζοιτο ὑπομιμνήσκων τῆς ἀτυχίας; ὁ δὲ αὖ τὸν ἀνόητον ὡς φρόνιμον ὑμνῶν, οὗτος ἂν τυχὸν ἁπάντων εἴη πιθανώτερος διὰ τὴν ἄνοιαν τοῦ ἀκούοντος καὶ τοσούτῳ γε μείζονα ἐργάζεται βλάβην· ἀναπείθει γὰρ ὑπὲρ ἑαυτοῦ βουλεύεσθαι καὶ μὴ τοῖς φρονίμοις ἐπιτρέπειν.
22
ὁ μὲν γὰρ τὸν δειλὸν ὡς ἀνδρεῖον θαυμάζων, οὗτος δικαιότατα χρῆται τῇ ἀνοίᾳ τοῦ κολακευομένου· τάχιστα γὰρ ὂν οἶμαι ἀπόλοιτο πειθόμενος αὐτῷ καὶ τῆς ἀνδρείας τὰ ἔργα ἐπιχειρῶν.
23
καθόλου δὲ φωραθεὶς μὲν ὁ κόλαξ οὐ καταγιγνώσκεται μόνον, ἀλλὰ καὶ μισεῖται· δοκεῖ γὰρ καταγελῶν λέγειν· πείσας δὲ ὡς ἀληθῶς λέγει οὐ μεγάλης τινὸς τυγχάνει χάριτος. τί γὰρ καὶ δοκεῖ χαρίζεσθαι τἀληθῆ λέγων;
24
πολύ γε μὴν πονηρότερός ἐστι τῶν ψευδομένων μαρτύρων. οἱ μὲν γὰρ οὐ διαφθείρουσι τὸν δικαστήν, ἀλλὰ μόνον ἐξαπατῶσιν· ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ.
25
ἵνα δὲ μήτε ἐγὼ κολακείας αἰτίαν ἔχω τοῖς θέλουσι διαβάλλειν μήτε σὺ τοῦ κατʼ ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι, ποιήσομαι τοὺς λόγους ὑπὲρ τοῦ χρηστοῦ βασιλέως, ὁποῖον εἶναι δεῖ καὶ τίς ἡ διαφορὰ τοῦ προσποιουμένου μὲν ἄρχοντος εἶναι,