15
πρὸς δὲ τούτοις αἱ δίκαι παρʼ ἔτος ἄγονται παρʼ ὑμῖν καὶ ξυνάγεται πλῆθος ἀνθρώπων ἄπειρον δικαζομένων, δικαζόντων, ῥητόρων, ἡγεμόνων, ὑπηρετῶν, οἰκετῶν, μαστροπῶν, ὀρεοκόμων, καπήλων, ἑταιρῶν τε καὶ βαναύσων· ὥστε τά τε ὤνια τοὺς ἔχοντας πλείστης ἀποδίδοσθαι τιμῆς καὶ μηδὲν ἀργὸν εἶναι τῆς πόλεως, μήτε τὰ ζεύγη μήτε τὰς οἰκίας μήτε τὰς γυναῖκας. τοῦτο δὲ οὐ σμικρόν ἐστι πρὸς εὐδαιμονίαν.
16
ὅπου γὰρ ἂν πλεῖστος ὄχλος ἀνθρώπων ξυνίῃ, πλεῖστονἀργύριον ἐξ ἀνάγκης ἐκεῖ γίγνεται, καὶ τὸν τόπον εἰκὸς εὐθηνεῖν· ὥσπερ οἶμαί φασι τὴν χώραν, οὗ ἂν πρόβατα πλεῖστα αὐλισθῇ, κρατίστην γίγνεσθαι τοῖς γεωργοῖς διὰ τὴν κόπρον, καὶ πολλοὶ δέονται τῶν ποιμένων παρʼ αὐτοῖς αὐλίζειν τὰ πρόβατα.
17
τοιγαροῦν μέγιστον νομίζεται πρὸς ἰσχὺν πόλεως τὸ τῶν δικῶνκαὶ πάντες ἐσπουδάκασιν ὑπὲρ οὐδενὸς οὕτω. μέτεστι δὲ αὐτοῦ ταῖς πρώταις πόλεσιν ἐν μέρει παρʼ ἔτος. φασὶ δὲ νῦν ἔσεσθαι διὰ πλείονος χρόνου. τοὺς γὰρ ἀνθρώπους οὐχ ὑπομένειν ξυνεχῶς ἐλαύνεσθαι πανταχοῦ. καὶ μὴν τῶν ἱερῶν τῆς Ἀσίας μέτεστιν ὑμῖν τῆς τε δαπάνης τοσοῦτον ὅσον ἐκείναις ταῖς πόλεσιν,ἐν αἷς ἐστι τὰ ἱερά. οὔκουν ἔγωγε ταύτης εὐποτμοτέραν ἐπίσταμαι πόλιν οὐδὲ ἀνθρώπους ἄμεινον ζῶντας, χωρὶς Ἰνδῶν.