13
ἐγὼ δὲ ὁρῶ καὶ ταύτην τὴν πόλιν οὐδεμιᾶς ἐνδεεστέραν τῶν πρώτων, καὶ ξυνήδομαι καὶ ἀγαπῶ. τῆς γὰρ ἠπείρου τὸ καρτερώτατον νέμεσθε καὶ πιότατον, πεδίων δὲ καὶ ὀρῶν μεταξὺ καλλίστων ἵδρυσθε, καὶ πηγὰς ἀφθονωτάτας ἔχετε καὶ χώραν εὐκαρποτάτην ξύμπαντα μυρία φέρουσαν, πυρούς τε ζειάς τʼ ἠδʼ εὐρυφυὲς κρῖ λευκόν, καὶ πολλὰς μὲν ἀγέλας, πολλὰς δὲ ποίμνας ποιμαίνετε καὶ βουκολεῖτε. τῶν τε ποταμῶν οἱ μέγιστοι καὶ πολυωφελέστατοι τὴν ἀρχὴν ἐνθένδε ἔχουσιν, ὅ τε Μαρσύας οὗτος, διὰ μέσης τῆς πόλεως ὑμῶν ῥέων, ὅ τε Ὀργᾶς, ὅ τε Μαίανδρος, πολὺ πάντων τῶν ποταμῶν θειότατος καὶ σοφώτατος, ὃς ἑλίττων μυρίας καμπὰς σχεδόν τι τὴν ἀρίστην τῆς Ἀσίας ἔπεισιν.
14
τῆς τε Φρυγίας προκάθησθε καὶ Λυδίας, ἔτι δὲ Καρίας, ἄλλα τε ἔθνη περιοικεῖ πολυανδρότατα, Καππάδοκές τε καὶ Πάμφυλοι καὶ Πισίδαι, καὶ τούτοις ἅπασιν ἀγορὰν ὑμεῖς καὶ ξύνοδον παρέχεσθε τὴν αὑτῶν πόλιν. καὶ τοῦτο μὲν πολλὰς τῶν ἀνωνύμων πόλεων, τοῦτο δὲ πολλὰς εὐδαίμονας κώμας ὑπηκόους ἔχετε. σημεῖον δὲ μέγιστον τῆς δυνάμεως ὑμῶν τὸ πλῆθος τῶν φόρων. ὡς γὰρ οἶμαι τῶν ὑποζυγίων κράτιστα δοκεῖ τὰ πλεῖστον ἕλκοντα, οὕτω καὶ τῶν πόλεων εἰκὸς ἀρίστας εἶναι τὰς πλεῖστον ἀργύριον ὑποτελούσας.