5
σχεδὸν δὲ τοῦτο καὶ ἐπʼ ἄλλων ἰδεῖν ἔστι γιγνόμενον· οἷον ἐπειδάν τινες ὑπονοήσωσιν ἔχειν τινὰ τοῦτο αὐτό, ὃ τυγχάνουσι ζητοῦντες,προσίασι καὶ ἀνερευνῶσιν· ἐὰν οὖν περιστέλλῃ καὶ μὴ ἐθέλῃ δεικνύειν, ἔτι μᾶλλον ὑπονοοῦσιν· ἐὰν δὲ παραχρῆμα ἀποκαλύψῃ καὶ γένηται φανερὸς οὐκ ἔχων οὐδέν, ἀπίασι, διημαρτηκέναι νομίσαντες. πολὺ δὴ κρεῖττον τοῖς οὐ δεομένοις δόξης ἀποκαλύπτεσθαι πρὸς τοὺς πολλοὺς καὶ φανερὸν τῷ λόγῳ ποιεῖναὑτὸν τοῖς δυναμένοις ξυνεῖναι τὸν ἄνθρωπον ὁποῖός ἐστιν. οἶμαι γὰρ αὐτοὺς καταφρονήσειν σαφῶς ὡς ἔγωγε νῦν πέπονθα καὶ οὐ ξυνήσειν ἀλλήλων ἡμᾶς, οὔτε ἐμὲ τῶν ἀκουόντων οὔτε ἐκείνους τοῦ λέγοντος. τούτου δὲ αἴτιον ἔγωγε θείην ἂν ἐμαυτὸν μᾶλλον ἢ ὑμᾶς. μία μὲν οὖν αὕτη πρόφασις τοῦ προελθεῖν.
6
ἑτέρα δὲ τὸ φοβεῖσθαι μὴ διαφθαρῶ αὐτὸς διὰ τὴν ὑμετέραν ὑποψίαν καὶ τῷ ὄντι νομίσω προσεῖναι σπουδαῖόν τι ἐμαυτῷ. μεγάλης γὰρ διανοίας καὶ δυνάμεως ἔοικε δεῖν, ὅταν θαυμάσωσιν ἕνα πολλοὶ καὶ διαφέρειν ἡγῶνται τῶν ἄλλων, εἰ μέλλει σωφρονεῖν οὗτος ὁ ἀνὴρ καὶ μηδὲν ἀνόητον πάσχειν μηδὲ ἐπαίρεσθαι τοῖς τῶν πολλῶν λόγοις, ὥσπερ πτεροῖς· καθάπερ τὸν Ἀχιλλέα πεποίηκεν Ὅμηρος διὰ τὴν ἀλαζονείαν ὑπὸ τῶν ὅπλων ἐπαιρόμενον καὶ φερόμενον·