51
καίτοι τὰ μὲν ἐκείνων εἶχεν ἀληθῆ δύναμιν καὶ μεγάλας ὠφελείας, εἰ δεῖ τὰς πλεονεξίας οὕτως καλεῖν· τὰ δὲ τῶν νῦν ἀμφισβητήματα καὶ τὰ αἴτια τῆς ἀπεχθείας κἂν αἰσχυνθῆναίμοι δοκεῖ τις ἂν ἰδών. ἔστι γὰρ ὁμοδούλων πρὸς ἀλλήλους ἐριζόντων περὶ δόξης καὶ πρωτείων. τί οὖν; οὐδὲν ἀγαθόν ἐστιν ἐν τῷ χρόνῳ τούτῳ, περὶ οὗ χρὴ σπουδάζειν; ἔστι τὰ μέγιστα καὶ μόνα σπουδῆς ἄξια καὶ τότε ὄντα καὶ νῦν καὶ ἀεὶ ἐσόμενα· ὧν οὐκ ἔχει δήπουθέν τις ἐξουσίαν οὔτʼ ἄλλῳ παρασχεῖν οὔτε ἀφελέσθαιδύναται τὸν κτησάμενον, ἀλλʼ ἀεί ἐστιν ἐπʼ αὐτῷ, κἂν ἰδιώτης ᾖ κἂν πόλις· ὑπὲρ ὧν ἴσως μακρότερον λέγειν πρὸς ὑμᾶς.
52
καίτοι με οὐ λέληθεν ὅτι τοὺς φιλοσόφους πολλοὶ νομίζουσιν ἐκλύειν ἅπαντα καὶ ἀνιέναι τὰς ὑπὲρ τῶν πραγμάτων σπουδάς, καὶ διὰ τοῦτο βλάπτειν μᾶλλον· ὥσπερ εἴ τις τὸν μουσικὸν βούλοιτοἁρμοζόμενον, ἔπειτʼ ἀνιέντα τῶν φθόγγων τινὰς καὶ πάλιν ἑτέρους ἐπιτείνοντα σκῶψαι τὸν αὐτόν. ἔχει δὴ καὶ τὰ τῶν πόλεων πράγματα οὕτως.
53
αἱ μὲν γὰρ πονηραὶ καὶ ἀνωφελεῖς σπουδαὶ καὶ φιλοτιμίαι μᾶλλόν εἰσι τοῦ προσήκοντος ἐντεταμέναι καὶ τρόπον τινὰ δι’ αὑτοὺς ἀπορρήγνυνται πάντες· αἱ δὲ ὑπὲρ τῶν καλλίστων ὅλως ἐκλύονται. θεάσασθε δʼ εὐθέως, εἰ βούλεσθε, τὴν τῆς φιλαργυρίας ἐπίτασιν, τὴν τῆς ἀκρασίας. ἀλλʼ ἔοικα γὰρ πόρρω προάγειν, καὶ καθάπερ οἱ ἐν ταῖς γαλήναις μακρότερον νηχόμενοι, τὸ μέλλον οὐ προορᾶν.
(35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ.