43
ἐγὼ δʼ ὑπὲρ τῶν πρὸς τοὺς Μαλλώτας καὶ τὰς ἄλλας πόλεισεἰπὼν ἔτι παύσομαι. καὶ γὰρ ἱκανῶς ἀνέχεσθαι δοκεῖτέ μοι. πρὸς μὲν οὖν τούτους, λέγω δὲ Μαλλώτας, εἴ τι πεποιήκασιν ἀγωμόνως, ὥσπερ πεποιήκασι, τὴν ὀργὴν καταβαλόντες καὶ τὴν τιμωρίαν, ἣν ἐνομίζετε ὀφείλεσθαι ὑμῖν, αὐτοῖς χαρισάμενοι, περὶ τοῦ πράγματος διακρίθητε καὶ τὸ περὶ τῆς χώρας, τὸ φέρειν τὰ τοιαῦτα καὶμὴ φιλονικεῖν, τοῦθʼ, ὥσπερ ἐστίν, ἡγησάμενοι μέγα καὶ τῷ παντὶ κρειττόνων ἀνδρῶν, ἄλλως τε πρὸς τοσούτῳ καταδεεστέρους —
44
οὐ γάρ ἐστι κίνδυνος μὴ Μαλλωτῶν ἐσομένων ἀσθενέστεροι δόξετε — μηδὲ τοὺς παροξυνοῦντας ὑμᾶς, ἀλλὰ μάλιστα μὲν αὐτοὶ δικασταὶ γενόμενοι καὶ τὸ πρᾶγμα ἐπιμελῶς ἐξετάσαντες ἄνευ πάσης ἀπεχθείασκαὶ τῆς πρὸς αὑτοὺς χάριτος καταθέσθαι, μὴ μόνον ἀποστάντες τῆς ἔριδος καὶ τοῦ ζητεῖν ἐξ ἅπαντος πλέον ἔχειν, ἀλλὰ συγχωροῦντές τε καὶ παριέντες αὐτοῖς ὅ, τι ἂν ᾖ μέτριον. ὥσπερ γὰρ καὶ τῶν ἰδιωτῶν ἐπαινεῖτε τοὺς εὐγνώμονας καὶ βλαβῆναί τινας μᾶλλον αἱρουμένους ἢ διαφέρεσθαι πρός τινας, οὕτω καὶ κοινῇ συμβαίνει τὰς τοιαύτας πόλεις εὐδοκιμεῖν.