41
ὥσπερ οἶμαι τὰ βάρη ταῦτʼ, ἂν μὲν σφόδρα πιέζῃ καὶ ἀνέχεσθαι μὴ δυνώμεθα, ζητοῦμεν ὡς τάχιστα ἀπορρῖψαι, μετρίως δὲ ἐνοχλούμενοι καὶ ὁρῶντες ἀνάγκην οὖσαν φέρειν ἢ τοῦτο ἢ μεῖζον ἕτερον, σκοποῦμεν ὡς κουφότατα ἐπέσται. ταῦτά ἐστι σωφρονούσης πόλεως. οὕτως καὶ ἀγαπήσουσιν ὑμᾶς οἱ πλείους καὶ φοβήσεταί τις ἀδικεῖν, καὶ οὐ μὴ πλῆθος ἄδικον μηδὲ ἀλόγιστον ὄχλον ὑμᾶς νομίσωσιν, ὁρμῇ τινι καὶ φορᾷ χρώμενον.
42
τουτὶ μὲν γάρ, ὃ ποιεῖ νῦν ὁ πρύτανις, καὶ παντελῶς ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν· μηδέπω μέντοι καιρὸς ᾖ φανερῶς οὕτως διαφέρεσθαι καὶ προλέγειν. ἀλλʼ ἐπειδή τις τῶν ὑμετέρων πολιτῶν ἐν καιροῖς ἀναγκαίοις τῇ πόλει παρέσχεν αὑτὸν καὶ λαμπρὸς ἔδοξε δυοῖν ἡγεμόνων κατηγορήσας ἐφεξῆς, οἱ πολλοὶ νομίζουσι τοιούτου τινὸς ἔργου δεῖν αὐτοῖς. τοῦτο δὲ ὅμοιόν ἐστιν, ὥσπερ εἴ τις ἰατρὸν ἰδὼν εἴς τι τῶν ὠφελίμων φαρμάκων ἐκ μέρους τι μιγνύντα καὶ θανάσιμον, μηδὲν ἄλλοεἰδώς, μήτε ὅπως συνετέθη μήτε ὁπόσον δεῖ λαβεῖν, μιμεῖσθαι βούλοιτο. τὸ μὲν οὖν αὐτοσχεδιάζειν τὰ μέγιστα καὶ προεστάναι πόλεως ἡγεῖσθαι παντὸς εἶναι τοῦ ἐλπίσαντος οὐ πολὺ τῶν τοιούτων ἀφέστηκεν.