37
νῦν δὲ ὥσπερ οἱ τοῖς ἀπογείοις, μᾶλλον δὲ τοῖς ἀπὸ τῶν γνόφων πνεύμασι πλέοντες, οὕτως φέρεσθε, ἄνδρες Ταρσεῖς, οὔτε τῆς τοιαύτης πολιτείας οὔτʼ ἐκείνου τοῦ πλοῦ βέβαιον οὐδʼ ἀσφαλὲς ἔχοντος οὐδέν. διαρκέσαι μὲν γὰρ ἄχρι παντὸς ἢ διαστήματος οὐχ οἷαί τέ εἰσιν αἱτοιαῦται προσβολαί, πολλάκις δὲ κατέδυσαν ἀκαίρως προσπεσοῦσαι. ἔδει δὲ πόλιν οὕτως μεγάλην καὶ λαμπρὰν ἔχειν τοὺς ἀληθῶς προνοοῦντας. ταύτῃ δὲ ἴσως ὑπὸ τῶν ἐφημέρων τούτων καὶ πρὸς ὀλίγον δημαγωγῶν οὐδὲν ἔστιν ἀγαθὸν παθεῖν.
38
περὶ μὲν οὖν τούτων καὶ μυρίων ἄλλων πολλὰ ἂν ἔχοι τισλέγειν. ἐπεὶ δὲ καὶ αὐτὸς ἀφʼ ἧς ἐπεδήμησα ἡμέρας ὑμῖν γέγονα δημαγωγός, καὶ ταῦτα ἐπιτιμῶν τοῖς τοιούτοις, ὅμως εἰπεῖν ἅπερ ὑπεσχόμην, ἃ γιγνώσκω περὶ τῶν παρόντων. καὶ πρῶτον μὲν τὰ πρὸς τὸν στρατηγόν. ἔσται δέ μοι περὶ πάντων ὁ λόγος. φημὶ δὴ τοίνυν τοὺς ἐν τοιαύτῃ καταστάσει τυγχάνοντας, ὁποία δὴ τὰνῦν ἐστι παρὰ πᾶσιν, οὕτω προσήκειν φρονεῖν, ὡς μήτε πάντα ἀνεξομένους καὶ παρέξοντας αὑτοὺς ἁπλῶς χρῆσθαι τοῖς ἐπὶ τῆς ἐξουσίας, ὅπως ἂν αὐτοὶ θέλωσι, κἂν εἰς ὁτιοῦν προΐωσιν ὕβρεως καὶ πλεονεξίας, μήτε ὡς ὅλως μηδὲν οἴσοντας διακεῖσθαι, μηδὲ προσδοκᾶν ὅτι Μίνως τις ὑμῶν ἀφίξεται νῦν ἢ Περσεὺς ἐπιμελησόμενος.