28
τί οὖν; οὐχ ἱκανοὶ ταῦτα οἱ πολῖται συνιδεῖν καὶ παραινέσαι; πόθεν; εἰ γὰρ ἦσαν ἱκανοὶ τὸ δέον εὑρίσκειν ἐν ταῖς πόλεσιν οἱ προεστῶτες καὶ πολιτευόμενοι, πάντες ἂν ἀεὶ καλῶς ἀπήλλαττον καὶ ἀπαθεῖς ἦσαν κακῶν, εἰ μή τις αὐτόματος ἄλλως ἐπέλθοι τισὶ συμφορά. ἀλλʼ οἶμαι καὶ πάλαι καὶ νῦν πλείονα εὕροι τις ἂν συμβεβηκότα δεινὰ ταῖς πόλεσι διʼ ἄγνοιαν τοῦ συμφέροντος καὶ τὰ τῶν προεστώτων ἁμαρτήματα τῶν ἐκ τοῦ δαιμονίου καὶ παρὰ τῆς τύχης.
29
οἱ μὲν γὰρ οὐδὲν δυνάμενοι τῶν δεόντων ἰδεῖν οὐδʼ ἐπιμεληθέντες αὑτῶν πρότερον, μηδὲ κώμην ὄντες ἱκανοὶ διοικῆσαικατὰ τρόπον, ἄλλως δὲ ὑπὸ χρημάτων ἢ γένους συνιστάμενοι προσέρχονται τῷ πολιτεύεσθαι· τινὲς δὲ ταύτην ἐπιμέλειαν εἶναι νομίζοντες, ἂν ῥήματα συμφορῶσι καὶ ταῦτα τῶν πολλῶν ὁπωσδὴ θᾶττον συνείρωσι, μηδενὸς τἄλλα ἀμείνους ὄντες. τὸ δὲ μέγιστον, διὰ μὲν τὸ βέλτιστον καὶ τῆς πατρίδος αὐτῆς ἕνεκεν οὔ, λοιπὸν δὲ διὰδόξας καὶ τιμὰς καὶ τὸ δύνασθαι πλέον ἑτέρου καὶ στεφάνους καὶ προεδρίας καὶ πορφύρας διώκοντες, πρὸς ταῦτα ἀποβλέποντες καὶ τούτων ἐξηρτημένοι τοιαῦτα πράττουσι καὶ λέγουσιν, ἐξ ὧν αὐτοί τινες εἶναι δόξουσιν.
30
τοιγαροῦν ἐστεφανωμένους πολλοὺς ἰδεῖν ἔστι καθʼ ἑκάστην πόλιν καὶ θύοντας ἐν κοινῷ καὶ προϊόντας ἐνπορφύρᾳ· γενναῖον δὲ καὶ φρόνιμον ἄνδρα καὶ κηδεμόνα ὄντως τῆς ἑαυτοῦ πατρίδος καὶ φρονοῦντα καὶ λέγοντα τἀληθῆ καὶ διʼ ὃν ἄμεινον οἰκεῖται καὶ μετέσχηκεν ἀγαθοῦ τινος ἡ πειθομένη πόλις, σπάνιον εὑρεῖν. καὶ τοῦτο ἀναγκαῖον συμβαίνειν τρόπον τινά.