25
καὶ μὴν ὅ γε ἔφην τὸ πρότερον αὐξῆσαι τὴν πόλιν, τοῦτο οὐχ ὁρῶ νῦν ὑμῖν ὑπάρχον, τὸ ἐξαίρετον εὐεργεσίαν καὶ χάριν καταθέσθαι τῷ κρατοῦντι, δῆλον ὅτι τῷ μὴ δεηθῆναι μηδενὸς αὐτὸν τοιούτου· πλὴν ὅτι γε εἰ μηδὲν τῶν ἄλλων ἔχετε πλεῖον πρὸς αὐτόν· ὥστε ὧν παρʼ ἐκείνου τότε διʼ εὔνοιαν καὶ φιλίαν ἐτύχετε, ταῦτα ὀφείλετε φυλάττειν τὸν λοιπὸν χρόνον διʼ εὐταξίαν καὶ τὸ μηδεμίαν αἰτίαν διδόναι καθʼ αὑτῶν.
26
καὶ μηδείς με νομίσῃ ταῦτα λέγειν ἁπλῶς ἁπάντων ἀνέχεσθαι παραινοῦντα ὑμῖν καὶ πάντα πάσχειν, ἀλλʼ ὅπως ἔμπειροι τῶν καθʼ αὑτοὺς ὄντες καὶ νῦν ἄμεινον βουλεύησθε καὶ τὸ λοιπὸν οὕτως ἀπαιτῆτε τὸν παριόντα μὴ ῥᾳδίως ὑμῖν μηδʼ ὡς ἂν ἐπέλθῃ μηδὲν εἰσηγεῖσθαι, πάντα δὲ εἰδότα καὶ περὶ πάντων ἐσκεμμένον. καὶ γὰρ ἰατρόν, ὅστις ἐξήτακεν ἀκριβῶς τὰ τοῦ κάμνοντος, ὡς μηδὲν αὐτὸν λανθάνειν, τοῦτον εἰκὸς ἄριστα θεραπεύειν.
27
ὅτι μὲν οὖν δεῖται τὰ παρόντα προσοχῆς καὶ βελτίονος συμβούλου οὐ τῶν ἀπὸ τῆς τύχης καὶ διʼ ἀργύριον ἢ διὰ γένος παριόντων, ἐνθένδε ὁρᾶτέ πως. ὅταν γὰρ μήτε αὐτοὶ βεβαίως ὁμονοῆτε μήθʼ αἱ πλείους τῶν πέριξ πόλεων οἰκείως ὑμῖν ἔχωσιν, ἀλλʼ οἱ μὲν φθονῶσιν, ἐκ πολλοῦ ἀντιφιλοτιμούμενοι πρὸς ὑμᾶς, οἱ δὲ ἀπεχθάνωνται, διὰ τὸ ὑπὲρ τῆς χώρας ἀμφισβητεῖν, οἱ δὲ οὐκ οἶδα ὅπως γε ἐνοχλεῖσθαι λέγωσιν, ὁ δὲ στρατηγὸς οἴηται μὲν τὰ βελτίω φρονεῖν περὶ αὐτοὺς ὑμᾶς, ἠναγκασμένοι δὲ ἦτε προσκροῦσαι καὶ πρότερον ἀλλήλοις, ἔτι δὲ ἐπίφθονοι τῷ τε μεγέθει τῆς πόλεως νομίζησθε καὶ τῷ πολλὰ τῶν ὄντων ἀπολαβεῖν δυνήσεσθαι· πῶς οὐχὶ διὰ ταῦτα ἐπιμελοῦς καὶ περιεσκεμμένης γνώμης δεῖσθε;