6
ἐγὼ δὲ πολὺ μοι δοκῶ τῆς κορώνης ἀσφαλέστερον βεβουλεῦσθαι καὶ πρὸς εὐγνωμονεστέρους ἄνδρας ἥκειν τοῦ Φρυγός. ἐὰν γὰρ ὑμῖν δοκῶ φλυαρεῖν, οὐ δήπου λίθοις βαλεῖτέ με, ἀλλὰ θορυβήσετε. φέρε οὖν, ἐπεὶ σιωπᾶτε καὶ ὑπομένετε, πρῶτον μὲν ἐκεῖνο, εἰ μὴ σαφῶς ἴστε, ἐπιδείξω, ὅτι δεῖσθε γνώμης ἐν τῷ παρόντι, καὶ τοιαῦτα ὑμῶν τὰ πράγματά ἐστιν ὥστε βουλῆς ἄξια εἶναι καὶ πολλῆς προνοίας· ἔπειθʼ, ὅτι μηδεὶς ὑμῖν δύναται ῥᾳδίως τούτων τὸ δέον παραινέσαι, οἱ μὲν ἀγνοίᾳ τοῦ συμφέροντος, οἱ δέ τινες καὶ δειλίᾳ τῇ πρὸς ὑμᾶς ἢ τῇ πρὸς ἑτέρους καὶ τὸ αὑτῶν ἴσως μᾶλλ ἔνιοι σκοποῦντες·
7
ἔπειτα, ἣν αὐτὸς ἔχω γνώμην περὶ τούτων, καὶ τί πράξασιν ὑμῖν ἐπὶ τοῦ παρόντος καὶ πῶς καθόλου προϊσταμένοις τῆς πόλεως εἰς ἅπαντα καὶ τὸν αὖθις οἶμαι συνοίσειν χρόνον. ὑμῖν γάρ, ἄνδρες Ταρσεῖς, συμβέβηκε μὲν πρώτοις εἶναι τοῦ ἔθνους, οὐ μόνον τῷ μεγίστην ὑπάρχειν τὴν πόλιν τῶν ἐν τῇ Κιλικίᾳ καὶ μητρόπολιν ἐξ ἀρχῆς, ἀλλʼ ὅτι καὶ τὸν δεύτερον Καίσαραὑπὲρ πάντας ἔσχετε οἰκείως ὑμῖν διακείμενον. τὸ γὰρ διʼ ἐκεῖνον ἀτύχημα τῇ πόλει συμβὰν εἰκότως αὐτὸν εὔνουν ὑμῖν ἐποίει καὶ σπουδάζειν, ὅπως μείζονες ὑμῖν φανήσονται τῶν διʼ αὐτὸν συμφορῶν αἱ παρʼ αὐτοῦ χάριτες.