4
τί ποτʼ οὖν ἐλπίσας καὶ τί βουληθεὶς παρελήλυθα τοιοῦτος ὢν ἐν καιρῷ τοιούτῳ; μανίας γὰρ τοῦτο ἀληθινῆς. ὅτι μηδενὸς αὐτὸς δέομαι παρʼ ὑμῶν, ἀλλὰ τῆς ὑμετέρας ὠφελείας ἕνεκα ἐσπούδακα. ἐὰν οὖν μὴ ἀνάσχησθέ μου, δῆλον ὅτι ὑμᾶς αὐτούς, οὐκ ἐμέ, ζημιώσετε. καίτοι οὐ προσήκει γε ὑμῖν, εἴ με ἡγεῖσθε καὶ τῷ ὄντι μαίνεσθαι, διʼ αὐτὸ τοῦτο ἀκοῦσαι. μὴ γὰρ οἴεσθε ἀετοὺς μὲν καὶ ἱέρακας προσημαίνειν ἀνθρώποις τὸ δέον, καὶ τὴν παρὰ τῶν τοιούτων συμβουλὴν πιστὴν εἶναι διὰ τὸ αὐτόματον καὶ τὸ θεῖον, ἄνδρα δὲ ἀφιγμένον οὕτως καὶ μηδαμόθεν ὑμῖν προσήκοντα μὴ κατὰ τὸ δαιμόνιον ἥκειν ἐροῦντα καὶ συμβουλεύσοντα.
5
καίτοι τὰ μὲν τῶν οἰωνῶν εἰκάζειν δεῖ, τῶν δὲ ὑπʼ ἐμοῦ λεγομένων ἔστιν ἀκούσασι συνιέναι καὶ σκέψασθαι, ἐὰν ἄρα σαφῶς ᾖ τι χρήσιμον. βούλομαι δέ, ἐπεὶ τῶν τοιούτων ἐμνήσθην, ἐν Φρυγίᾳ τι συμβὰν εἰπεῖν, ἵνʼ εὐθὺς ἐνθένδε μου καταγελᾶν ἔχητε. ἀνὴρ Φρὺξ ἐπὶ κτήνους ἐβάδιζεν. ὡς δʼ ἐθεάσατό τινα κορώνην, οἰωνισάμενος, οἱ γὰρ Φρύγες τὰ τοιαῦτα δεινοί, λίθῳ βάλλει καί πως τυγχάνει αὐτῆς. πάνυ οὖν ἥσθη, καὶ νομίσας εἰς ἐκείνην τετράφθαι τὸ χαλεπὸν ἀναιρεῖται καὶ ἀναβὰς ἤλαυνεν. ἡ δὲ μικρὸν διαλιποῦσα ἀνέσφηλε· τὸ δὲ κτῆνος πτοηθὲν ἀποβάλλει τὸν ἄνδρα, καὶ ὃς πεσὼν κατάγνυσι τὸ σκέλος. ἐκεῖνος μὲν οὖν οὕτως ἀπήλλαξεν, ἀχάριστος γενόμενος περὶ τὸ σύμβολον.