1
οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ταρσεῖς, ὅτι νομίζεται καὶ παρʼ ὑμῖν καὶ παρὰ τοῖς ἄλλοις τοὺς πολίτας παριέναι καὶ συμβουλεύειν,οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς γνωρίμους καὶ τοὺς πλουσίους, ἔτι δὲ τοὺς καλῶς λελειτουργηκότας. οὐ γὰρ εὔλογον ἴσως τῆς μὲν οὐσίας τῆς τῶν πλουσίων μετέχειν ὑμᾶς τὸ μέρος, τῆς δὲ διανοίας μὴ ἀπολαύειν, ὁποία ποτʼ ἂν ᾖ. καίτοι κιθαρῳδῶν γε ὁπόταν ἀκούειν ἐθελήσητε ἢ αὐλητῶν ἢ ἀθλητὰς θεωρεῖν, οὐ καλεῖτετοὺς πλουσίους οὐδὲ τοὺς πολίτας, ἀλλὰ τοὺς ἐπισταμένους καὶ δυναμένους, οὐχ ὑμεῖς μόνον, ἀλλὰ πάντες οἱ τοιοῦτοι.
2
οὐ μὴν οὐδὲ ἐκεῖνο λανθάνει με, ὅτι τοὺς ἐν τούτῳ τῷ σχήματι σύνηθες μέν ἐστι τοῖς πολλοῖς Κυνικοὺς καλεῖν· οὐ μόνον δὲ οὐδὲν οἴονται διαφέρειν αὑτῶν οὐδʼ ἱκανοὺς εἶναι περὶ πραγμάτωνσπουδαίων διαλέγεσθαι,ἀλλὰ τὴν ἀρχὴν οὐδὲ σωφρονεῖν ἡγοῦνται, μαινομένους δέ τινας ἀνθρώπους καὶ ταλαιπώρους εἶναι. σκώπτειν δὲ καὶ καταγελᾶν ἔνιοι τούτων ἑτοίμως ἔχουσι καὶ πολλάκις μηδὲ σιγῶσιν ἐπιτρέπειν, οὐχ ὅπως λεγόντων ἀνέχεσθαι.
3
ἔτι δέ φασιν ὑμᾶς ἐν τῷ παρόντι καὶ λίαν παρωξύνθαι πρὸς τοὺς φιλοσόφους. καὶ καταρᾶσθαίγε, οὐ πᾶσιν, ἀλλὰ ἐνίοις αὐτῶν, πάνυ μὲν εὐλαβῶς καὶ μετρίως τοῦτο ποιοῦντας, ὅτι μὴ κοινῇ κατὰ πάντων ἐβλασφημεῖτε, εἴ τι οἱ ἐνθάδε ἡμάρτανον, ἐκεῖνο δὲ ἴσως ἀγνοοῦντας, ὅτι, εἴπερ κατηρᾶσθε, οὐ τοῖς φιλοσόφοις. οὐ γάρ ἐστιν οὐδεὶς φιλόσοφος τῶν ἀδίκων καὶ πονηρῶν, οὐδʼ ἂν τῶν ἀνδριάντων περιίῃγυμνότερος. οἱ δὲ δὴ τὴν πατρίδα βλάπτοντες καὶ συνιστάμενοι κατὰ τῶν πολιτῶν πόρρω που δοκοῦσιν εἶναί μοι τούτου τοῦ ὀνόματος.