49
καίτοι τί δύνανται τοιοῦτον ἰδεῖν οἷον ἀκούουσιν; τοιγαροῦν ἀπὸ τῶν ὤτων ἀρξάμεναι τῆς διαφθορᾶς ἀπολώλασιν αἱ πλείους. ἡ γὰρ ἀσέλγεια καὶ διʼ ὤτων καὶ διʼ ὀφθαλμῶν πανταχόθεν εἰσδύεται. ὥστε τὰ μὲν πρόσωπα κεκαλυμμέναι βαδίζουσι, τῇ ψυχῇ δὲ ἀκαλύπτῳ καὶ σφόδρα ἀναπεπταμένῃ. τοιγαροῦν ὀξύτερον βλέπουσιν ἑνὶ τῶν ὀφθαλμῶν, ὥσπερ οἱ γεωμέτραι.
50
καὶ τουτὶ μὲν ἔκδηλόν ἐστι τὸ τῶν ῥινῶν. ἀνάγκη δὲ καὶ τἄλλα ἀκολουθεῖν τῷ τοιούτῳ ῥυθμῷ. μὴ γὰρ οἴεσθε, ὥσπερ ἑτέρων πολλάκις εἴς τινα μέρη κατασκήπτει, χεῖρας ἢ πόδας ἢ πρόσωπον, οὕτω καὶ παρʼ ὑμῖν ἐπιχώριόν τι νόσημα ταῖς ῥισὶν ἐμπεπτωκέναι, μηδʼ ὥσπερ Λημνίων ταῖς γυναιξὶ τὴν Ἀφροδίτην ὀργισθεῖσαν λέγουσι διαφθεῖραι τὰς μασχάλας, κἀνθάδε νομίζετε τῶν πλειόνων διεφθάρθαι τὰς ῥῖνας ὑπὸ δαιμονίου χόλου, κἄπειτα τοιαύτην φωνὴν ἀφιέναι· πόθεν; ἀλλʼ ἔστι σημεῖον τῆς ἐσχάτης ὕβρεως καὶ ἀπονοίας καὶ τοῦ καταφρονεῖν τῶν καλῶν ἁπάντων καὶ μηδὲν αἰσχρὸν ἡγεῖσθαι.
51
φημὶ δὴ διαλέγεσθαι τούτοις ὁμοίως καὶ βαδίζειν καὶ βλέπειν. εἰ δὲ μηδὲν ἔκδηλον οὕτω ποιεῖν διὰ τῶν ἀμμάτων δύνανται, ὥστε ἐπιστρέφειν ἅπαντας, ἢ μηδέπω τὴν τέχνην ἐπὶ τοσοῦτον προαγηόχασιν, οὐδὲν ἐπιεικέστερον τἄλλα ἔχουσιν. εἶτʼ ἄχθεσθε τοῖς Αἰγεῦσι καὶ τοῖς Ἀδανεῦσιν, ὅταν ὑμᾶς λοιδορῶσι, τοὺς δὲ ἐκείνοις μαρτυροῦντας ὡς ἀληθῆ λέγουσι τῶν ὑμετέρων πολιτῶν οὐκ ἐξελαύνετε τῆς πόλεως;