36
τὸν δέ γε ἄγριον τοῦτον καὶ χαλεπὸν ἦχον τίς ἂν μέτριος ἄνθρωπος ὑπομείνειεν; ἀλλʼ ἐὰν μέν τις οἴκημα παριὼν ἀκούσῃ τοῦ τοιούτου, δῆλον ὅτι φήσει χαμαιτυπεῖον αὐτὸ εἶναι. τὴν δὲ πόλιν τί φήσουσιν, ἐν ᾗ πανταχοῦ σχεδὸν εἷς ἐπικρατεῖ φθόγγος, καὶ οὔτε καιρὸν οὔτε ἡμέραν οὔτε τόπον ἐξαίρετον οὐδένα ποιοῦνται, ἀλλʼ ἐν στενωποῖς, ἐν οἰκίαις, ἐν ἀγοραῖς, παρὰ τὸ θέατρον, ἐν τῷ γυμνασίῳ δυναστεύει τὸ πρᾶγμα; καὶ αὐλοῦντος μὲν ἕωθεν οὐδενὸς ἀκήκοα ἐγὼ μέχρι νῦν ἐν τῇ πόλει, τοῦτο δὲ τὸ θαυμαστὸν μέλος εὐθὺς ἅμα τῇ ἡμέρᾳ κινεῖται.
37
καίτοι με οὐ λέληθεν ὅτι ἴσως τινὲς ληρεῖν με νομίζουσι τὰ τοιαῦτα ἐξετάζοντα, καὶ μηδὲν εἶναι παρὰ τοῦτο, μόνον ἂν τὰ λάχανα ἁμάξαις εἰσφέρητε καὶ πολλοὺς ἄρτους θεωρῆτε ἐν τῷ μέσῳ καὶ τὸ τάριχος ᾖ καὶ τὰ κρέα. σκοπούντων δὲ ὅμως αὐτοὶ τὸ πρᾶγμα οὕτως. εἴ τις αὐτῶν παραγένοιτο εἰς πόλιν, ἐν ᾗ πάντες ὅ, τι ἂν δεικνύωσι τῷ μέσῳ δακτύλῳ δεικνύουσι, κἂν δεξιὰν ἐμβάλλῃ τις, οὕτως ἐνέβαλε, κἂν προτείνῃ τὴν χεῖρα οὕτως, κἂν ὁ δῆμος χειροτονῶσι, κἂν οἱ δικασταὶ τὴν ψῆφον φέρωσι, ποίαν τινὰ ἡγήσονται τὴν πόλιν ταύτην; ἐὰν δὲ ἀνασυράμενοι πάντες βαδίζωσιν, ὥσπερ ἐν λίμνῃ;