25
οὐχ ὁ Πηνειὸς διʼ ἐρήμου ῥεῖ Θετταλίας; οὐχ ὁ Λάδων διὰ τῆς Ἀρκαδίασἀναστάτου γενομένης; οὐκ αὐτὸς ὁ Κύδνος ἄνω καθαρώτερος; τί οὖν; διὰ τοῦτο βελτίους φήσετε ἐκείνους ἑαυτῶν; ἴσως μὲν ἀληθεύετε, ἐὰν λέγητε· οὐ μὴν ἐρεῖτε. τοὺς γὰρ ἀπείρους τρυφῆς καὶ πανουργίας, τούτους ἐγώ φημι πράττειν ἄμεινον. τί δʼ αὐτῆς τῆς Ἰταλίας; οὐ Σύβαρις μὲν ὅσῳ μάλιστα ἐτρύφησεν, τοσούτῳ θᾶττονἀπώλετο; Κρότων δὲ καὶ Θούριοι καὶ Μεταπόντιον καὶ Τάρας, ἐπὶ τοσοῦτον ἀκμάσασαι καὶ τηλικαύτην ποτὲ σχοῦσαι δύναμιν, ποίας πόλεως οὐκ εἰσὶ νῦν ἐρημότεραι;
26
πολὺ δʼ ἂν ἔργον εἴη πάντας ἐπεξιέναι τοὺς διὰ τρυφὴν ἀπολωλότας, Λυδοὺς πάλαι, Μήδους, Ἀσσυρίους πρότερον, τὰ τελευταῖα Μακεδόνας· οἳ νεωστὶμὲν τὰ ῥάκη περιῃρημένοι καὶ ποιμένες ἀκούοντες καὶ τοῖς Θρᾳξὶ περὶ τῶν μελινῶν μαχόμενοι τοὺς Ἕλληνας ἐκράτησαν, εἰς τὴν Ἀσίαν διέβησαν, ἄχρις Ἰνδῶν ἦρξαν. ἐπεὶ δὲ τὰ ἀγαθὰ τὰ Περσῶν ἔλαβον, τούτοις ἐπηκολούθησε καὶ τὰ κακά.
27
τοιγαροῦν ἅμα σκῆπτρα καὶ ἁλουργίδες καὶ Μηδικὴ τράπεζα καὶ τὸ γένος αὐτῶν ἐξέλιπεν·ὥστε νῦν εἴ τις διέρχοιτο Πέλλαν, οὐδὲ σημεῖον ὄψεται πόλεως οὐδέν, δίχα τοῦ πολὺν κέραμον εἶναι συντετριμμένον ἐν τῷ τόπῳ. καίτοι μένει τὰ χωρία τῶν πόλεων, ὧν εἶπον, καὶ τῶν ἐθνῶν, οἷα καὶ πρότερον ἦν, καὶ τοὺς ποταμοὺς οὐδεὶς ἄλλοσε ἔτρεψεν, οὐδʼ εἴ τι τοιοῦτον ἦν ἕτερον· ἀλλʼ ὅμως ὧν ἂν πολυτέλεια καὶ τρυφὴ ἅψηται, τούτοις οὐκ ἔστι πλείω χρόνον διαγενέσθαι.