18
μὴ οὖν αὐτὸν οἴεσθε στρατηγὸν μὲν μὴ ἀγαπᾶν οἷον εἴρηκε, μηδʼ ἐν σώματος μεγέθει καὶ κόμῃ τίθεσθαι τὸ τοῦ στρατηγοῦ ὄφελος, πόλιν δʼ ἂν ἐπαινέσαι ποτὲ εἰς ταῦτα ὁρῶντα, ποταμοὺς καὶ βαλανεῖα καὶ κρήνας καὶ στοὰς καὶ πλῆθος οἰκιῶν καὶ μέγεθος· κόμῃ γὰρ ἀτεχνῶς καὶ βοστρύχοις ταῦτα ἔοικεν· ἀλλ̓ἔμοιγε δοκεῖ μᾶλλον ἂν τούτων προκρῖναι σμικράν τε καὶ ὀλίγην σωφρόνως οἰκουμένην κἂν ἐπὶ πέτρας.
19
ἀλλὰ Ἀρχίλοχος μὲν οὕτως εἶπεν, Ὅμηρος δὲ πῶς; οὐχ ὁ μὲν Ὀδυσσεὺς νησιώτης ἦν οὐδὲ τῶν συμμέτρων νήσων· πόθεν; οὐδὲ τῶν ἐγκάρπων, ἀλλʼ ἣν μόνον ἐπαινέσαι θέλων αἰγίβοτον εἴρηκεν. ἀλλʼ ὅμως φησὶ τῇ τούτουβουλῇ τε καὶ γνώμῃ καὶ τὴν Τροίαν αἱρεθῆναι, τηλικαύτην πόλιν καὶ τοσούτων ἄρχουσαν, ὅσσον Λέσβος ἄνω μακάρων ἕδος ἐντὸς ἐέργει. καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων·
20
ἣν πάντας φησὶ μυθεῖσθαι πολύχρυσον, πολύχαλκον. μή τι οὖνὤνησεν αὐτοὺς ἢ τοῦ πλούτου τὸ μέγεθος ἢ τῶν ὑπηκόων ἢ τῶν συμμάχων τὸ πλῆθος ἢ τῶν πεδίων ἢ τῆς Ἴδης τὸ κάλλος ἢ τοῦ Σιμόεντος ἢ τοῦ Ξάνθου τοῦ δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς. καίτοι φησὶ καὶ πηγάς τινας πάνυ καλὰς ἐν τῷ προαστείῳ, τὴν μὲν ἀλεεινὴν καὶ σφόδρα προσηνοῦς ὕδατος, ὥστε καὶ καπνὸν ἀπʼ αὐτῆς ἐγείρεσθαι, τὴν δʼ ἐοικυῖαν τῇ ψυχρότητι κρυστάλλῳ τοῦ θέρους, ὥστε καὶ θέρους καὶ χειμῶνος μὴ δυσχερῶς πλύνειν τὰς καλὰς Τρώων θυγατέρας.