16
τί οὖν προθυμεῖσθε ἀκούειν ὧν οὐκ ἀνέξεσθε; ἀλλὰ μὴν τοιοῦτον πεπόνθατε οἷον Αἴσωπος ἔφη τοὺς ὀφθαλμοὺς παθεῖν, ἐπειδὴ ἑαυτοὺς μὲν ἐνόμιζον πλείστου εἶναι ἀξίους, τὸ στόμα δὲ ἑώρων ἀπολαῦον τῶν τε ἄλλων καὶ δὴ τοῦ μέλιτος ἡδίστου ὄντος. οὐκοῦν ἠγανάκτουν τε καὶ ἐμέμφοντο τῷ ἀνθρώπῳ. ἐπεὶ δὲ αὐτοῖς ἐνῆκε τοῦ μέλιτος, οἱ δὲ ἐδάκνοντό τε καὶ ἐδάκρυον καὶ δριμὺ καὶ ἀηδὲς αὐτὸ ἡγοῦντο. μὴ οὖν καὶ ὑμεῖς ἐπιζητεῖτε γεύσασθαι τῶν ἐκ φιλοσοφίας λόγων, ὥσπερ ὀφθαλμοὶ μέλιτος· ἔπειτα οἶμαι καὶ δακνόμενοι δυσχερανεῖτε καὶ φήσετε ἴσως οὐδαμῶς φιλοσοφίαν εἶναι τὸ τοιοῦτον, ἀλλὰ λοιδορίαν καὶ βλάβην.
17
ἡγεῖσθε μὲν γάρ, ὦ ἄνδρες, εὐδαίμονας ἑαυτοὺς καὶ μακαρίους, ἐπειδὴ πόλιν τε μεγάλην οἰκεῖτε καὶ χώραν ἀγαθὴν νέμεσθε καὶ πλεῖστα δὴ καὶ ἀφθονώτατα παρʼ αὑτοῖς ὁρᾶτε τὰ ἐπιτήδεια, καὶ ποταμὸς ὑμῖν οὗτος διὰ μέσης διαρρεῖ τῆς πόλεως, πρὸς τούτοις δὲ μητρόπολις ἡ Ταρσὸς τῶν κατὰ Κιλικίαν. ὁ δὲἈρχίλοχος, ὅν φημι τῷ Ἀπόλλωνι ἀρέσαι, περὶ στρατηγοῦ λέγων οὕτω φησίν· οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον οὐδὲ βοστρύχοισι γαῦρον οὐδʼ ὑπεξυρημένον· ἀλλά μοι, φησίν, εἴη ῥαιβός, ἀσφαλῶς βεβηκὼς καὶ ἐπὶ κνήμαισιν δασύς.