12
Ἀρχίλοχος δὲ ἐπὶ τὴν ἐναντίαν ἧκε, τὸ ψέγειν, ὁρῶν οἶμαι τούτου μᾶλλον δεομένους τοὺς ἀνθρώπους, καὶ πρῶτοναὑτὸν ψέγει. τοιγαροῦν μόνος καὶ μετὰ τὴν τελευτὴν καὶ πρὶν ἢ γενέσθαι τῆς μεγίστης ἔτυχε μαρτυρίας παρὰ τοῦ δαιμονίου. τὸν μέν γε ἀποκτείναντα αὐτὸν ὁ Ἀπόλλων ἐξελαύνων ἐκ τοῦ νεὼ Μουσῶν αὐτὸν ἀνεῖπε θεράποντα ἀνῃρηκέναι. καὶ τὸ δεύτερον, ὡς ἀπελογεῖτο ἐν πολέμῳ λέγων ἀποκτεῖναι, πάλιν Μουσῶν θεράπονταἔφη τὸν Ἀρχίλοχον. τῷ πατρὶ δὲ αὐτοῦ χρωμένῳ πρὸ τῆς γενέσεως ἀθάνατόν οἱ παῖδα γενήσεσθαι προεῖπεν.
13
ὥσθʼ ὁ λοιδορεῖν ἱκανὸς καὶ καθάπτεσθαι καὶ φανερὰ τῷ λόγῳ ποιεῖν τὰ ἁμαρτήματα δῆλον ὅτι κρείττων ἐστὶ καὶ προκέκριται τῶν ἐπαινούντων. εἰ δʼ ἄρα ὑμεῖς ἐπαινούμενοι μᾶλλον ἥδεσθε, ἐπ̓ἄλλους ὑμῖν ἰτέον. ὅταν οὖν πρῶτον αὑτόν τινα ἴδητε κολακεύοντα ἐν ἅπασιν οἷς ποιεῖ καὶ χαριζόμενον ἐν τροφαῖς, ἐν ἐσθῆσι, καὶ περιιόντα ἀκόλαστον, τοῦτον οἴεσθε κολακεύσειν καὶ ὑμᾶς καὶ παρὰ τούτου προσδοκᾶτε λόγον ἡδύν, ὃν ὑμεῖς ἔπαινον ὀνομάζετε, τρυφῶντα δὴ παρὰ τρυφῶντος.