(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
1
ἐγὼ θαυμάζω τί ποτʼ ἐστὶ τὸ ὑμέτερον καὶ τί προσδοκῶντες ἢ βουλόμενοι τοὺς τοιούτους ἀνθρώπους διαλέγεσθαι ὑμῖν ζητεῖτε, πότερον εὐφώνους οἴεσθε εἶναι καὶ φθέγγεσθαι ἥδιον τῶν ἄλλων, ἔπειτα ὥσπερ ὀρνέων ποθεῖτε ἀκούειν μελῳδούντων ὑμῖν ἢ δύναμιν ἄλλην ἔχειν ἔν τε ὀνόμασι καὶ διανοήμασι δριμυτέρας τινὸς πειθοῦς καὶ τῷ ὄντι δεινῆς, ἣν καλεῖτε ῥητορικήν, ἔν τε ἀγοραῖς καὶ περὶ τὸ βῆμα δυναστεύουσαν, ἤ τινα ἔπαινον καθʼ αὑτῶν ἀκούσεσθαι οἰόμενοι καὶ δημόσιον ὕμνον τῆς πόλεως, περί τε Περσέως καὶ Ἡρακλέους καὶ τοῦ Ἀπόλλωνος τῆς τριαίνης καὶ περὶ χρησμῶν τῶν γενομένων, καὶ ὥς ἐστε Ἕλληνες καὶ Ἀργεῖοι καὶ ἔτι βελτίους, καὶ ἀρχηγοὺς ἔχετε ἥρωας καὶ ἡμιθέους, μᾶλλον δὲ Τιτᾶνας·
2
ἔτι δὲ οἶμαι περί τε τῆς χώρας καὶ τῶν ὀρῶν τῶν κατʼ αὐτὴν καὶ τοῦδε τοῦ Κύδνου, ὡς δεξιώτατος ἁπάντων ποταμῶν καὶ κάλλιστος, οἵ τε ἀπʼ αὐτοῦ πίνοντες ἀφνειοὶ καὶ μακάριοι καθʼ Ὅμηρον.ταῦτα γὰρ ἐστὶ μὲν ἀληθῆ, καὶ συνεχῶς αὐτὰ ἀκούετε τῶν τε ποιητῶν ἐν μέτροις καὶ ἄλλων ἀνδρῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων ἐγκωμιάζειν, δεῖται δὲ μεγάλης τινὸς παρασκευῆς καὶ δυνάμεως.
3
τί οὖν ἡμᾶς ἐλπίζετε ἐρεῖν; ἢ τί μάλιστα ἀκοῦσαι σπεύδετε παρὰ ἀνδρῶν οὐκ εὐτραπέλων οὐδὲ πρὸς χάριν ὁμιλεῖν εἰδότων οὐδὲ αἱμύλων οὐδὲ ὑπὸ τρυφῆς ἰόντων ἐπὶ τοὺς λόγους; ὅτι μὲν γὰρ οὐ χρήματα ἐλπίζοντες παρʼ ἡμῶν οὐδὲ ἄλλο τι δῶρον καὶ πάνυ ἐπίσταμαι. φέρε οὖν ἔγωγε εἴπω τὴν ἐμαυτοῦ ὑπόνοιαν.