82
ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δὲ θεαταὶ θώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὔτε κάθηντο, χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νίκης ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι. ἠΰτε περ κλαγγὴ γεράνων πέλει ἠὲ κολοιῶν, αἵτʼ ἐπεὶ οὖν ζῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον, κλαγγῇ ταί γε πέτονται ἀπὸ σταδίοιο κελεύθου.
83
οἱ δʼ ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα ἵππον, ὃς ἀνθρώποισι φόνον φέρει ἠλιθίοισιν· ὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ἔπιπτον. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωάς, ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ, πάντῃ δʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας· οὐδέ κε φαίης οὔτε ποτʼ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην.
84
οἵηπερ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν, ἀνδρῶν κουφονόων, φιλαοιδοτάτων, ἀγερώχων. ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐλάς. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, τί πτώσσεις; τί δʼ ὀπιπτεύεις κατὰ ἅρμʼ ἐν ἀγῶνι; εἰ δʼ ἄγε νυν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς.