74
μὴ οὖν οἴεσθε περὶ μικρῶν εἶναι τὸν λόγον, ὅταν τις ὑμῖν διαλέγηται περὶ τῶν ἐν τοῖς θεάτροις θορύβων. οὐ γὰρ οὕτως ἡ πενίαταχὺ πέφυκε συμβαίνειν διὰ τὰς κατʼ ὀλίγον ζημίας, ὡς ἡ κακία πρόεισιν ἐκ τῶν κατὰ μέρος τούτων ἁμαρτημάτων καὶ τελευταῖον ἐπʼ αὐτὸ τὸ πέρας καὶ τὸν ὄλεθρον αὐξηθεῖσα ἤγαγεν. καὶ ταῦτα μὲν δὴ τὰ περὶ τὸ θέατρον. ἀλλʼ ὅταν εἰς τὸ στάδιον ἔλθητε, τίς ἂν εἰπεῖν δύναιτο τὰς ἐκεῖ κραυγὰς καὶ θόρυβον καὶ ἀγωνίαν καὶ σχημάτων μεταβολὰς καὶ χρωμάτων καὶ βλασφημίας οἵας καὶ ὅσας ἀφίετε; εἰ γὰρ μὴ τοὺς ἵππους ἑωρᾶτε ἁμιλλωμένους καὶ τούτους συνήθεις, αὐτοὶ δʼ ὑπὸ μαστίγων ἠλαύνεσθε τῶν ἐν ταῖς τραγῳδίαις, οὐκ ἂν οὕτως χαλεπῶς διέκεισθε.
75
αὐτὸν γὰρ οἶμαι τὸν Ἰξίονα λῆρον ἀποφαίνετε τὸν ἐν τῷ τροχῷ παρὰ τοῖς ποιηταῖς ἐνδεδεμένον καὶ κολαζόμενον διὰ τοιαύτην τινὰ ἀσέβειαν. φέρε οὖν, εἰ μεταξὺ θεῶν τις ὑμῖν ἐπιστὰς εἴποι διατεινάμενος, δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα. τί σφόδρα οὕτω κυκᾶσθε; τίς ἡ σπουδή; τίς ὁ ἀγών; οὐ γὰρ Πέλοψ ἐστὶν ὁ διώκων, οὐδʼ Οἰνόμαος οὐδὲ Μυρτίλος, ὁ μὲν δεύτερος ἀπὸ Διὸς γεγονώς, ὁ δὲ Ἑρμοῦ παῖς, οὐδὲ περὶ βασιλείας οὐδὲ γυναικὸς οὐδὲ θανάτου πρόκειται κρίσις, ἀλλʼ ἔστιν ὁ ἀγὼν ἀνδραπόδων ὑπὲρ τοῦ τυχόντος ἀργυρίου, νῦν μὲν ἡττωμένων, νῦν δὲ νικώντων, ἀεὶ τῶν αὐτῶν· εἰ λέγοι ταῦτα, τί ἐρεῖτε;