69
κινδυνεύει δʼ ὁ βίος σχεδὸν ἅπας γεγονέναι κῶμος εἷς, οὐχ ἡδὺς οὐδὲ πρᾷος, ἀλλʼ ἄγριος καὶ χαλεπός, ἅμα ὀρχουμένων, τερετιζόντων, μιαιφονούντων. οἱ δʼ οὖν Λακεδαιμόνιοι πλεῖστον ὅσον ὑμῶν διέφερον, περὶ ταῦτα, ὡς ἔφην, εὐλαβῶς ἔχοντες. οἱ μὲν γὰρ ἄρχειν ἦσαν ἱκανοί, καὶ τῶν μὲν Ἑλλήνων προέστησαν πολλὰ ἔτη, τοὺς δὲ βαρβάρους ἐνίκων ἀεὶ πάντας· ὑμεῖς δὲ οὐδὲ ἄρχεσθαι καλῶς ἐπίστασθε. τοιγαροῦν εἰ μὴ τῶν προεστηκότων ἐτύχετε, χαλεπῶς ἂν οἶμαι καὶ ἐσῴζεσθε. τεκμήριον δὲ τὰ τελευταῖα συμβάντα περὶ ὑμᾶς, ὅτε γὰρ καθʼ αὑτοὺς ἦτε.
70
οὐχ ὁ μὲν βασιλεὺς ὑμῶν περὶ αὔλησιν ἠσχολεῖτο καὶ μόνῳ τούτῳ προσεῖχεν, ὑμεῖς δὲ πρὸς ἐκεῖνον μὲν ἀπεχθῶς, πρὸς ἀλλήλους δὲ στασιαστικῶς διέκεισθε, χωρὶς ἕκαστοι καὶ καθʼ αὑτοὺς διαφθείροντες τὰ πράγματα, Σιμάριστοι καὶ τοιαῦθʼ ἕτερα ἑταιρειῶν ὀνόματα· ὥστε φυγεῖν αὐτὸν ἠναγκάσατε καὶ μετὰ ταῦτα κατιέναι πολέμῳ καὶ διὰ Ῥωμαίων; καὶ τέλος ἐκεῖνος μὲν αὐλῶν, ὑμεῖς δὲ ὀρχούμενοι τὴν πόλιν ἀπωλέσατε.
71
καὶ νῦν οὕτως ἐπιεικεῖς ἔχοντες ἡγεμόνας εἰς ὑποψίαν αὐτοὺς καθʼ ὑμῶν αὐτῶν ἠγάγετε, ὥστε ἐπιμελεστέρας χρῆναι φυλακῆς ᾠήθησαν ἢ πρότερον· καὶ τοῦτο εἴργασθε διʼ ἀγερωχίαν, οὐκ ἐπιβουλεύοντες. ὑμεῖς γὰρ ἂν ἀποσταίητέ τινος; πολεμήσαιτε δʼ ἂν ὑμεῖς μίαν ἡμέραν; οὐκ ἐν τῇγενομένῃ ταραχῇ μέχρι σκωμμάτων ἐθρασύνοντο οἱ πολλοί, τινὲς δὲ ὀλίγοι βάλλοντες ὅ, τι ἔτυχον ἅπαξ ἢ δίς, ὥσπερ οἱ καταχέοντες τῶν παριόντων, κατέκειντο εὐθὺς ᾅδοντες, οἱ δʼ ἐπὶ τοὺς ὅρμους ᾔεσαν ὥσπερ ἐν ἑορτῇ πιούμενοι.