14
ταῦτα γάρ φησι καὶ Ὅμηρος ὁμοίως τοῖς ἄλλοις σοφοῖς τε καὶ ἀληθέσιν ἀνδράσιν, ὡς οὐδείς ποτε πονηρὸς καὶ ἀκόλαστος καὶ φιλοχρήματος οὔτε αὐτὸς ἑαυτοῦ γενέσθαι δυνατὸς ἄρχων οὐδʼ ἐγκρατὴς οὔτε τῶν ἄλλων οὐδενός, οὐδʼ ἔσται ποτὲ ἐκεῖνος βασιλεύς, οὐδʼ ἂν πάντες φῶσιν Ἕλληνες καὶ βάρβαροι καὶ ἄνδρες καὶ γυναῖκες, καὶ μὴ μόνον ἄνθρωποι θαυμάζωσιν αὐτὸν καὶ ὑπακούωσιν, ἀλλʼ οἵ τε ὄρνιθες πετόμενοι καὶ τὰ θηρία ἐν τοῖς ὄρεσι μηδὲν ἧττον τῶν ἀνθρώπων συγχωρῇ τε καὶ ποιῇ τὸ προσταττόμενον.
15
οὐκοῦν λέγωμεν ὑπὲρ τοῦ καθʼ Ὅμηρόν τε καὶ τῇ ἀληθείᾳ βασιλέως· οὗτος γὰρ ὁ λόγος ἁπλῶς λεγόμενος ἄνευ πάσης κολακείας ἢ λοιδορίας αὐτὸς ἀφʼ αὑτοῦ τὸν μὲν ὅμοιον τῷ ἀγαθῷ γνωρίζει τε καὶ ἐπαινεῖ, καθʼ ὅσον ἐστὶν ἐκείνῳ ὅμοιος, τὸν δὲ ἀνόμοιον ἐξελέγχει τε καὶ ὀνειδίζει. ἔστι δὴ πρῶτον μὲν θεῶν ἐπιμελὴς καὶ τὸ δαιμόνιον προτιμῶν· οὐ γὰρ δυνατὸν ἄλλῳ τινὶ πεποιθέναι μᾶλλον τὸν δίκαιον ἄνδρα καὶ ἀγαθὸν ἤ τοῖς δικαιοτάτοις τε καὶ ἀρίστοις θεοῖς.
16
ὅστις δὲ κακὸς ὢν ἡγεῖταί ποτε θεοὺς ἀρέσκειν, κατʼ αὐτὸ τοῦτο πρῶτον οὐχ ὅσιός ἐστιν·
17
ἢ γὰρ ἀνόητον ἢ πονηρὸν νενόμικε τὸ θεῖον. μετὰ δὲ τοὺς θεοὺς ἀνθρώπων ἐπιμελεῖται, τιμῶν μὲν καὶ ἀγαπῶν τοὺς ἀγαθούς, κηδόμενος δὲ πάντων. τίς μὲν γὰρ ἀγέλης βοῶν κήδεται μᾶλλον τοῦ νέμοντος; τίς δὲ ποιμνίοις ὠφελιμώτερός τε καὶ ἀμείνων ποιμένος; τίς δὲ μᾶλλον φίλιππος τοῦ πλείστων μὲν ἄρχοντος ἵππων, πλεῖστα δὲ ἀφʼ ἵππων ὠφελουμένου;