61
εἰ γὰρ Ἰσμηνίας ηὔλει παρʼ ὑμῖν ἢ Τιμόθεος ᾖδεν ὁ παλαιὸς ἢ Ἀρίων, ὑφʼ οὗ λέγουσιν ᾅδοντος ἐν τῷ πελάγει τοὺς δελφῖνας ἀφικέσθαι πρὸς τὴν ναῦν, καὶ μετὰ ταῦτα ἐκπεσόντα αὐτὸν κατὰ τύχην τινὰ ἀναλαβεῖν καὶ σῶσαι, πῶς ἂν διέκεισθε; τούτων μὲν γάρ ἐστιν οὐδεὶς Ἀμφίων οὐδὲ Ὀρφεύς· ὁ μὲν γὰρ υἱὸς ἦν Μούσης, οἱ δὲ ἐκ τῆς Ἀμουσίας αὐτῆς γεγόνασι· διαθρύψαντες γὰρ καὶ κατάξαντες τὸ σεμνὸν τοῦ μέλους καὶ πάντα τρόπον λωβησάμενοι τὴν ἀρχαίαν μουσικήν —
62
τίς γὰρ αὐτῶν ᾠδὴν τέλειον ἢ γενναῖον ῥυθμὸν οἷός τε εἰπεῖν; — ἀλλὰ ᾅσματα γυναικῶν καὶ κρούματα ὀρχηστῶν καὶ παροινίας τερετισμάτων ὥσπερ κακοὶ καὶ περίεργοι μάγειροι συντρίψαντες τοὺς νόμους ἰδιώτας καὶ λίχνους ἀκροατὰς κινοῦσιν. τοιγαροῦν οὐκ ἀπὸ κύκνων οὐδὲ ἀηδόνων ὁ ζῆλος αὐτῶν ὠνόμασται παρʼ ὑμῖν αὐτοῖς, ἀλλʼ, ὡς ʽ??ʼοικε, κνυζηθμοῖς καὶ ὑλαγμοῖς εἰκάζετε. καίτοι φιλοσόφους μὲν ᾔδειν οὕτως καλουμένους, κιθαρῳδοὶ δὲ Κυνικοὶ παρὰ μόνοις ὑμῖν γεγόνασιν. ὁ μὲν οὖν Ἀμφίων πρὸς τὸ μέλος, ὥς φασιν, ἤγειρε καὶ ἐπύργου τὴν πόλιν· οὗτοι δὲ ἀνατρέπουσι καὶ καταλύουσιν. καὶ μὴν ὅ γε Ὀρφεὺς τὰ θηρία ἡμέρου καὶ μουσικὰ ἐποίει διὰ τῆς ᾠδῆς· οὗτοι δὲ ὑμᾶς, ἀνθρώπους ὄντας, ἀγρίους πεποιήκασι καὶ ἀπαιδεύτους.