55
ἀλλʼ οὐχ ὑμεῖς, ἀλλʼ ἐκπεπληγμένοι κάθησθε, ἀναπηδᾶτε τῶν ὀρχηστῶν μᾶλλον, συντείνεσθε ὑπὸ τῶν ᾀσμάτων· τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἡ μέθη πρὸς ᾠδὴν τρέπει καὶ ὄρχησιν· παρʼ ὑμῖν δὲ τοὐναντίον ἐστίν. ἡ γὰρ ᾠδὴ μέθην ἐμποιεῖ καὶ παράνοιαν. οἴνου μὲν οὖν τοιαύτη φύσις, τὸ μὴ δύνασθαι σωφρονεῖν, ἀλλὰ πολλὰ δυσχερῆ πράττειν ἀναγκάζεσθαι τοὺς σκαιῶς αὐτῷ καὶ ἀμέτρως χρωμένους· ὑπὸ δὲ ᾠδῆς σφαλλομένους καὶ πολὺ κάκιον ἔχοντας τῶν παροινούντων εὐθὺς ἀπὸ τῆς ἀρχῆς, οὐχ ὥσπερ ἐν τῷ πότῳ προϊόντας, οὐκ ἔστιν ἄλλους ἰδεῖν.
56
παρὰ μὲν γὰρ ἐνίοις τῶν βαρβάρων μέθην φασὶ γίγνεσθαι πραεῖαν διʼ ἀτμοῦ θυμιαμάτων τινῶν· ἔπειτα χαίρουσι καὶ ἀνίστανται γελῶντες καὶ πάντα ποιοῦσιν ὅσα ἄνθρωποι πεπωκότες, οὐ μέντοι κακὸν οὐδὲν ἀλλήλους ἐργάζονται· τῶν δὲ Ἑλλήνων ὑμεῖς μόνοι διʼ ὤτων καὶ φωνῆς αὐτὸ πάσχετε, μᾶλλον δὲ ληρεῖτε ἐκείνων κάκιον καὶ παραφέρεσθε καὶ μᾶλλον ἐοίκατε κραιπαλῶσιν. καίτοι τὰ τῶν Μουσῶν καὶ τὰ τοῦ Ἀπόλλωνος ἤπια δῶρα καὶ προσηνῆ. τὸν μὲν γὰρ Παιήονα καὶ Ἀλεξίκακον προσαγορεύουσιν, ὡς ἀποτρέποντα τῶν κακῶν καὶ ὑγίειαν ἐμποιοῦντα ταῖς ψυχαῖς καὶ σώμασιν, οὐ νόσον οὐδὲ μανίαν· τὰς δὲ παρθένους, ὡς ἂν αἰδουμένας τε καὶ σώφρονας.