45
ἐκεῖνος μὲν παίζων καὶ καταγελῶν οὐ φαύλου πράγματος, ὡς ἐγὼ δοκῶ, ταῦτα ἔλεγεν. περὶ δὲ ὑμῶν τί ἄν τις ἔχοι λέγειν; καὶ γὰρ ὑμεῖς ὅταν συνέλθητε, πυκτεύετε, βοᾶτε, ῥιπτεῖτε, ὀρχεῖσθε, ποίῳ χρισάμενοι φαρμάκῳ; δῆλον ὅτι τῷ τῆς ἀνοίας· ὡς οὐκ ἦν ὑμῖν ἐπιεικῶς αὐτὰ ὁρᾶν. μὴ γὰρ τοῦτό με οἴεσθε λέγειν ὡς οὐ χρὴ καὶ τὰ τοιαῦτα γίγνεσθαι ἐν ταῖς πόλεσι· χρὴ γὰρ ἴσως καὶ ἀναγκαῖόν ἐστι διὰ τὴν τῶν πολλῶν ἀσθένειαν καὶ σχολήν· ἴσως δὲ καὶ τῶν βελτιόνων εἰσὶν οἱ δεόμενοι διατριβῆς τινος καὶ παραμυθίας ἐν τῷ βίῳ· δεῖ δὲ μετὰ κόσμου καὶ σχήματος πρέποντος ἀνθρώποις ἐλευθέροις.
46
οὐ γὰρ παρὰ τοῦτο οὔτε τῶν ἵππων οὐδεὶς δραμεῖται βράδιον οὐδὲ χεῖρον ᾅσεταί τις τῶν ᾀδόντων, ἂν εὐσχημονῆτε ὑμεῖς. νυνὶ δὲ τὸ μὲν τῶν ἡνιόχων τινὰ ἐκπεσεῖν ἐκ τοῦ δίφρου δεινὸν ἡγεῖσθε καὶ συμφορὰν πασῶν μεγίστην· αὐτοὶ δὲ ἐκπίπτοντες ἐκ τοῦ κόσμου τοῦ προσήκοντος καὶ τῆς ἀξίας τῆσἑαυτῶν οὐ φροντίζετε. κἂν μὲν ὑμῖν ὁ κιθαρῳδὸς ἐκμελῶς ᾅδῃ καὶ παρὰ τὸν τόνον, συνίετε· αὐτοὶ δὲ παντελῶς ἔξω τῆς ἁρμονίας τῆς κατὰ φύσιν γιγνόμενοι καὶ σφόδρα ἀμούσως ἔχοντες οὐ διαφέρεσθε.